1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

9

φωνὴ τῷ πρεσβύτῃ τῆς οἰκίας τοῦ Ἀβραὰμ, καὶ ἁρμόζουσα τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ. Καὶ ὅρα σοφίαν, οἷον τίθησι σημεῖον. Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρ εσιώπα, τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ. Ἐντεῦθέν ἐστι διδαχθῆναι, ὅτι καλόν ἐστι τὸν προσευχόμενον μὴ μετὰ αἰσθητῆς ἀκουόμενον τῆς φωνῆς προσεύχεσθαι, ἀλλ' ἐν τῇ καρ δίᾳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Πρέπουσα πορεία τῷ ἁγίῳ διὰ μὲν τὴν πολλὴν ἀναχώρησιν πορευομένῳ διὰ τῆς ἐρήμου, διὰ δὲ τὴν περὶ τῶν εἰς Θεὸν θεωρίαν πο ρευομένῳ κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης. Ἐξελθεῖν δεῖ τῶν γηΐνων τὸν μέλλοντα περὶ τῶν θείων ὁμιλεῖν, ὅπερ ἀδολεσχῆσαι νῦν ὠνόμασεν. Οὐ πρόσκειται δὲ τίνι· εἰκότως, ἐπεὶ μηδὲ ἀνθρώπων ἡ τοιαύτη ὁμιλία γίνεται, ἀλλ' ἤτοι πρὸς Θεὸν, ἢ αὐτοῦ τινος πρὸς ἑαυτόν. Τοῦ αὐτοῦ. Τὸ δὲ, πρὸς δείλης, σύμβολόν ἐστι τοῦ μόλις ἐπὶ γήρως δύνασθαί τινα ἐλθόντα μετὰ καταλήψεως τῶν θειοτέρων ὁμιλεῖν. Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβε γυναῖκα ᾗ ὄνομα Χεττούρα. Ἔτεκε δὲ αὐτῷ τὸν Ζεμβρᾶν, καὶ τὰ ἑξῆς. Ἀπὸ τῶν τέκνων Χεττούρας ἔθνη γέγονε πλεῖστα, ἃ κατῴκησαν τὴν Τρωγλοδύτην ἔρη μον, καὶ τὴν Εὐδαίμονα Ἀραβίαν, καὶ τὴν διήκου σαν, τήν τε Μαδιανῖτιν, καὶ τὴν πόλιν Μαδιὰμ πα ρακειμένην τῇ ὑπὲρ τὴν Ἀραβίαν ἐρήμῳ ἄντικρυς Φαρὰν εἰς ἀνατολὰς τῆς Ἐρυθρᾶς θαλάσσης· ὅθεν τὸ Μαδιανιτῶν ἔθνος ἀπὸ Μαδιὰμ υἱοῦ Ἀβραὰμ καὶ Χεττούρας· ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι ὁ Ἰοθὼρ ὁ πενθερὸς Μωϋσέως ἀπόγονος ἦν τοῦ Ἀβραὰμ καὶ συγγενὴς Μωϋσέως. Τοῦ αὐτοῦ. Χεττούρα ἑρμηνεύεται μικροτέρα 12.121 ἢ ὑποδεεστέρα· Ἰεσβὼκ ἄφεσις, ἢ ἀφήσει· Σωϊὲ χρηστὸς λαός· Σαβὰν ἀποστροφή· Θαιμὰν ἐκλείψεις αὐτῶν, ἢ συντελούμενοι· ∆αιδὰν ἱκανὴ κρίσις, ἢ μονότης· Ῥαγουὴλ φίλος ἰσχυρὸς, ἢ ποιμανσία Θεοῦ· Ναβδεὴλ δουλεύων τῷ Θεῷ· Ἀσσουριεὶμ ἑδραῖοι, ἢ κατευθύνοντες· Λατουσιεὶμ σφυροκόποι· Γεφὰρ, ἐνδεὴς, ἢ ἐλλείπων· Ἀφὲρ χοῦς, ἢ γήϊνος, ἢ σποδός. Ἐνὼχ χάρις σου· Ἀβιδὰ πατρός μου ὕψος· Ἐφρὼν χοῦς, ἢ γήϊνος, ἢ σποδός· Σαὰρ μεσημβρία· ∆ουμὰ σιωπή· Μαμβρῆ ἀπὸ ὁράσεως· Μασσῆ ἔπαρ σις, Ἰσμαὴλ ἀκοὴ Θεοῦ· Χοδδὰδ μέτρον κενούμενον· Ναβαιὼθ προφητεία· Θαιμὰν συντέλεια· Κηδὰρ σκο τασμός· Ἰετοὺρ ἐξωρισμένος· Ναβδεὴλ δουλεύων Θεῷ· Ναφὲς ἀναψυχή· Μασμὰν προσοχὴ, ἢ ἀκοή· Κεδμὰ ἐμπρόσθιος· Μασσὰμ ἐξ ἡδυσμῶν· Εὐϊλὰτ ὠδίνουσα· Σοὺρ τεῖχος. Κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω· καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε. Εἰ, ποῦ χρὴ κατοικεῖν ἐκ προστάγματος Θεοῦ, παροικήσει τις, ἔστιν ὁ Θεὸς μετ' αὐτοῦ, καὶ εὐλογεῖ αὐτόν· εἰ δὲ, ὅπου οὐ δεῖ παρ οικεῖν, κατοικήσει τις, οὐκ ἔστιν ὁ Θεὸς μετ' αὐτοῦ, οὐδὲ εὐλογήσει αὐτόν. Ἀνθ' ὧν ὑπήκουσεν Ἀβραὰμ τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰ δικαιώ ματά μου, καὶ τὰ νόμιμά μου. Εἰ μήπω ἦν ὁ κατὰ Μωϋσέα νόμος γεγραμμένος, ἐφύλαξε δὲ Ἀβραὰμ τὰ εἰρημένα, οὕτως αὐτὰ ἐφύλαξεν, ὡς ἔθνη τὰ μὴ νόμον ἔχοντα, καὶ φύσει τὰ τοῦ νόμου ποιοῦντα· ἐνδεικνύμενοι τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, μαρτυρουμένης αὐτῶν τῆς συνει δήσεως, καθά φησιν ὁ Ἀπόστολος. Καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων· καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος. Φιλοτιμητέον ἑκάστῳ εὐχομένῳ εἶναι τέκνον τοῦ Ἰσαὰκ ταῦτα νοῆσαι τὰ φρέατα, καὶ ὀρύξαι αὐτὰ ἐν ἑαυτῷ. Ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ 12.124 οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ. ∆ιὰ δὲ τοῦ μὴ ἀν θίστασθαι τοῖς ἀδικοῦσι δείκνυσιν, ὅτι ἀληθῶς ἦν ἄπλαστος. Ὅθεν, ἀποδεξάμενος αὐτὸν τῆς ἀνεξικα κίας ὁ Θεὸς, ἐπιφαίνεται αὐτῷ, καὶ ἐπαγγέλλεται τὴν γῆν, ἵνα μὴ ἀθυμῇ, ὅτι ὡς ξένος πάροικος προὔκειτο τοῖς ἀδικεῖν βουλομένοις, πληρῶν τὸ εἰρημένον ἑκά στοτε, ἐὰν διώκωσιν ὑμᾶς. Καὶ εἶπεν· Ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ. Τὴν εὐσεβῆ φωνὴν οὐκ ἂν λεχθεῖσαν ὑπὸ τοῦ Ἠσαῦ· Ὃ παρέδωκεν ὁ Θεός σου ἐναντίον μου· ἐπιγνοὺς ὁ Ἰσαὰκ, εἶπεν· Ἡ φωνὴ φωνὴ Ἰακώβ. Καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ