πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ μέγεθος τὸν μέγιστον προσετέλει τῷ ἀγάλματι κόσμον, ἐνταθέντων περιττῶς πρὸς ἀξιοπρέπειαν αὐτοῦ τῶν ἐργασαμένων, ἵν' ὅτι πλείστοις ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς εἰς τὸ προσκυνεῖν αὐτῷ δελεαζομένοις. ὅπερ οὖν καὶ αὐτὸς ὁ Ἰουλιανὸς πεπονθὼς ἦν· πλείονα γοῦν ἢ σύμπασι τοῖς ἄλλοις ἀγάλμασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος. § 53 ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα πλέον ἦν οὐδέν, ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπὸ τῆς γοητείας ἐνδεῖν ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα μέγιστον ἐπὶ τῷ ταῦτα δύνασθαι κεκτημένον ἐν Ἕλλησι κλέος μεταπεμψάμενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα τὸ ἄγαλμα καὶ ἐνεργὸν ἀποφαίνειν, μηδενὸς ὧν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φεισάμενον. τῷ δὲ ἐπειδὴ πάσας ἑαυτοῦ κεκινηκότι τὰς μηχανὰς καὶ μηδὲν ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ τὸν ὅμοιον ἐσεσιωπήκει καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθεν φθεγγόμενον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλιανοῦ ἐρωτώμενος καὶ καθότι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ' αὐτῷ τῶν νομιζομένων παρ' αὐτοῖς, τὸν Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε καὶ τῶν λοιπῶν ἀγαλμάτων αἰτιώτατον εἶναι αὐτοῦ ἐν τῇ ∆άφνῃ κείμενον, ὡς τῶν θεῶν τὸν νεκρὸν αὐτοῦ βδελυττομένων καὶ διὰ τοῦτο τοῖς ἕδεσι σφῶν ἐπιφοιτᾶν οὐκ ἀνεχομένων· οὐ γὰρ ἠβούλετο τὴν ἀληθεστάτην αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς ἀνεπαίσθητος γεγονώς, ὅτι δὴ κρείττων δύναμις σαφῶς ἦν ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδησαμένη, ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑποκρινομένου σαφῶς καὶ διαρρήδην, ὡς λέγεται, εἰρηκότος μὴ δύνασθαι ἀποκρίνασθαι διὰ Βαβύλαν. Artemii Passio Folge ‹ 54 Ὁ γὰρ δὴ Βαβύλας οὗτος λέγεται ἐπίσκοπος μὲν γενέσθαι τῆς Ἀντιοχείας· Νουμεριανῷ δὲ τῷ βασιλεῖ εἰσελθεῖν βουλομένῳ ἐν τῇ τῶν Χριστιανῶν ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴ στὰς πρὸ τῶν θυρῶν διεκώλυσεν εἰσελθεῖν von hier an Artemii Passio † Suidas φάσκων εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουσθῆναι τῆς εἰσόδου, εἴτε στάσιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῷ μεταβουλευθέν· ἐν χαλεπῷ μέντοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασίλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν καὶ πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸς τὴν ἔγκλησιν ἀπολογήσασθαι καὶ τὴν πρόκλησιν διακρούσασθαι· τὴν μέν, φήσαντα ποιμένι ὄντι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δέ, μὴ ἂν ἑλέσθαι τοῦ ὄντως ὄντος ἀποστάντα θεοῦ ψευδωνύμοις ὀλετῆρσι δαίμοσι θύειν. εἶθ' ὁ μὲν ὡς ἑώρα μὴ πειθόμενον προσέταξεν αὐτὸν ἁλύσεσι καὶ πέδαις ἐνδησαμένους τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας· ὁ δέ, ἐπειδὴ ἤγετο τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τὰς τοῦ ψαλμοῦ ῥήσεις· «ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε». Art. P. ‹ 55 † Suidas Folge Φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῇ