ἐπίπνοια λέγει, Γηὼν αὐτὸν ὀνομάζουσα· ὃν οἱ παρ' Ἕλλησιν Αἰγύπτιον ἐκάλουν. οὗτος, ὡς ἔστι συμβαλεῖν, ἐξορμῶν τοῦ Παραδείσου, πρὶν ἐπὶ τὸ οἰκούμενον φθάσαι καταδυόμενος, ἔπειτα τὴν Ἰνδικὴν θάλατταν ὑπελθὼν ἔτι καὶ κύκλῳ γε αὐτὴν περιελιχθείς, ὡς εἰκάσαι (τίς γὰρ ἀνθρώπων ἀκριβώσειε τοῦτο;), καὶ ὑπὸ πᾶσαν τὴν ἐν μέσῳ γῆν ἐνεχθεὶς μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ταύτην ὑποδραμών, ἐπὶ θάτερον αὐτῆς ἐκδίδοται μέρος ὑπὸ τὸ τῆς Σελήνης καλούμενον ὄρος. ἐν ᾧ δύο πηγὰς λέγεται ποιεῖν μεγάλας, ἀλλήλων οὐκ ὀλίγον διεστηκυίας, κάτωθεν βιαίως ἀναρυβδουμένας. καὶ διὰ τῆς Αἰθιοπίας ἐνεχθεὶς ἐπὶ τὴν Αἴγυπτον χωρεῖς διὰ πετρῶν ὑψηλοτάτων καταραττόμενος. 3.11 Ὅτι φησὶν ἅπαν τὸ πρὸς ἀνίσχοντα ἥλιον καὶ περὶ τὴν μεσημβρίαν κλίμα, καίτοι πέρα τοῦ μέτρου θαλπόμενον, ὅμως τὰ κράτιστα καὶ μέγιστα φέρειν τῶν ὅσα γῆ καὶ θάλαττα δυνατὴ τρέφειν. τά τε γὰρ κήτη τὰ ὑπερμεγέθη ταύτῃ ἐνεῖναι τῇ θαλάσσῃ· καὶ ἤδη ὤφθη πολλάκις ἐπιπολάσαντα τοῖς τὸν Ὠκεανὸν ἐκεῖνον ναυτιλλομένοις· ἥ τε γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ὧν τὸ μὲν γένος τὰ μὲν ἄλλα πάντα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας, καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος. καὶ γὰρ εἰς Ῥωμαίους κομισθὲν τὸ ζῷον ἐθεασάμην, καὶ τὸ θέαμα γράφω. ἀλλὰ καὶ δράκοντες ἐν τούτοις εἰσί, πάχος μὲν δοκῶν οὐκ ἐλάττους, τὸ δὲ μῆκος εἰς δεκαπέντε παρατεινόμενον ὀργυίας· καὶ γὰρ καὶ τούτων τὰς δορὰς εἰς Ῥωμαίους ἀποκομισθείσας εἶδον. ὅ τε μονόκερως τὸ ζῷον παρ' αὐτοῖς ἐστι, τὴν μὲν κεφαλὴν δράκοντος φέρων, κέρας δὲ σκολιὸν αὐτῷ πέφυκεν, οὔτι σφόδρα μέγα· ὁ δὲ ἀνθερεὼν αὐτῷ πώγωνος ὑποπίμπλαται ἅπας. μακρὸς δὲ ὁ τράχηλος εἰς ὕψος ἀνατεινόμενος, ὁλκῷ δράκοντος ἐγγύτατα παραπλήσιος. τὸ δὲ ἄλλο σῶμα ἐλάφῳ προσέοικε μᾶλλον, τοὺς δὲ πόδας λέοντος ἔχει· καὶ ἔστι γε αὐτοῦ τὸ ἐκτύπωμα ὁρᾶν ἐν Κωνσταντινουπόλει. Καὶ δὴ καὶ ἡ καμηλοπάρδαλις τῆς ἐκείνῃ γέννημα χώρας. ἣ τὰ μὲν ἄλλα ἔλαφός ἐστιν μεγίστη· καμήλου δὲ τὸ ὕψος ἐνέδωκε τὸ σῶμα μιμεῖσθαι· τὸν μέντοι αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος φέρει εἰς ὕψος ἀνορθούμενον· ἀλλὰ καὶ τὴν δορὰν ἅπασαν ἀπὸ κεφαλῆς ἄκρας ἕως ἐσχάτων ποδῶν παρδάλει μάλιστα τῇ ποικιλίᾳ προσφερεστάτην ἔχει, καὶ τοὺς ἔμπροσθεν πόδας ὑψηλοτέρους τῶν ὀπίσω. παρ' αὐτοῖς δέ ἐστι καὶ ὁ λεγόμενος αἰγοπίθηκος, πίθηκός τις ὤν. μυρία γάρ ἐστι γένη πιθήκων· ἀρκοπίθηκοι γάρ εἰσιν ἐν αὐτοῖς καὶ λεοντοπίθηκοι καὶ κυνοκέφαλοι, καὶ ἄλλαις πολλῶν ζῴων εἰδέαις τῆς πιθηκείας μορφῆς ἐπιμιγνυμένης. καὶ δῆλον ταῦτά ἐστιν, πολλῶν εἰς ἡμᾶς κομιζομένων· οἷος δὴ καὶ ὁ πὰν ἐπικληθεὶς ὑπάρχει, ὃς τὴν κεφαλὴν αἰγοπρόσωπός ἐστι καὶ αἰγόκερως, καὶ ἐκ λαγόνων τὰ κάτω αἰγοσκελής, τὴν δὲ κοιλίαν καὶ τὸ στέρνον καὶ τὰς χεῖρας καθαρὸς πίθηκος. ὃν καὶ ὁ τῶν Ἰνδῶν βασιλεὺς Κωνσταντίῳ ἀπεστάλκει. τοῦτο δὲ τὸ ζῷον ἔζη μὲν φερόμενον ἄχρι τινός, ἔν τινι πλέγματι διὰ τὸ θηριῶδες εἰργμένον. ἐπεὶ δὲ ἀπέθανεν, ταριχεύσαντες αὐτὸ οἱ κομίζοντες, θεάματος παρασχεῖν ἀσυνήθους εἰκόνα, μέχρι τῆς Κωνσταντίνου διεσώσαντο πόλεως. καί μοι δοκοῦσι τὸ ζῷον τοῦτο Ἕλληνες πάλαι ἰδεῖν καὶ ἐκπλαγέντες τῷ ξένῳ τῆς θέας θεὸν σφίσι νομίσαι, εἰθισμένον αὐτοῖς· τὰ παράδοξα θεοποιεῖν, ὥσπερ καὶ τὸν σάτυρον· ἔστι δὲ καὶ τοῦτο πίθηκος, ἐρυθρὸς τὸ πρόσωπον καὶ γοργὸς τὴν κίνησιν, καὶ οὐρὰν ἔχων. Καὶ μὴν καὶ ἡ σφὶγξ γένος ἐστὶ πιθήκων· αὐτὸ γὰρ θεασάμενος γράφω. ἧς τὸ μὲν ἄλλο σῶμα λάσιόν ἐστιν ὡς τοῖς λοιποῖς πιθήκοις, τὸ δὲ στέρνον ἄχρι γε αὐτοῦ τοῦ τραχήλου ἐψίλωται. μαζοὺς δὲ γυναικὸς ἔχει, ἐρυθροῦ τινος βραχέος κεγχροειδοῦς ἐπαναστήματος ἅπαν ἐν κύκλῳ τὸ γεγυμνωμένον τοῦ σώματος περιθέοντος, καὶ εἰς πολλήν τινα εὐπρέπειαν ἀνθρωποφανεῖ ὄντι τῷ ἐν μέσῳ χρώματι συναρμοζομένου· τό τε πρόσωπον ἐνεστρογγύλωται μᾶλλον καὶ εἰς γυναικείαν ἕλκει μορφήν· ἥ τε φωνὴ ἐπιεικῶς ἀνθρωπεία, πλὴν ὅσον οὐκ εἰς ἄρθρα διαιρουμένη, ἀλλά τινι ταχέως καὶ οἷον μετά