ἀπό τινος καὶ ἐπιστρέφον κυκλικὴν ἔχει τὴν ἐνέργειαν. εἰ γάρ, ἀφ' οὗ πρόεισιν, εἰς τοῦτο ἐπιστρέφει, συνάπτει τῇ ἀρχῇ τὸ τέλος, καὶ ἔστι μία καὶ συνεχὴς ἡ κίνησις, τῆς μὲν ἀπὸ τοῦ μένοντος, τῆς δὲ πρὸς τὸ μεῖναν γινομένης· ὅθεν δὴ πάντα κύκλῳ πρόεισιν ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ αἴτια. μείζους δὲ κύκλοι καὶ ἐλάττους, τῶν μὲν ἐπιστροφῶν πρὸς τὰ ὑπερκείμενα προσεχῶς γινομένων, τῶν δὲ πρὸς τὰ ἀνωτέρω καὶ μέχρι τῆς πάντων ἀρχῆς· ἀπὸ γὰρ ἐκείνης πάντα καὶ πρὸς ἐκείνην. 34 Πᾶν τὸ κατὰ φύσιν ἐπιστρεφόμενον πρὸς ἐκεῖνο ποιεῖται τὴν ἐπιστροφήν, ἀφ' οὗ καὶ τὴν πρόοδον ἔσχε τῆς οἰκείας ὑποστάσεως. εἰ γὰρ κατὰ φύσιν ἐπιστρέφεται, τὴν κατ' οὐσίαν ὄρεξιν πρὸς ἐκεῖνο κέκτηται, πρὸς ὃ ἐπιστρέφεται. εἰ δὲ τοῦτο, καὶ τὸ εἶναι αὐτοῦ πᾶν εἰς ἐκεῖνο ἀνήρτηται, πρὸς ὃ τὴν οὐσιώδη ποιεῖται ἐπιστροφήν, καὶ ὅμοιόν ἐστιν ἐκείνῳ κατ' οὐσίαν· διὸ καὶ συμπαθὲς ἐκείνῳ κατὰ φύσιν, ὡς τῇ οὐσίᾳ συγγενές. εἰ δὲ τοῦτο, ἢ ταὐτόν ἐστι τὸ εἶναι ἀμφοτέρων ἢ ἐκ θατέρου θάτερον ἢ ἄμφω ἐξ ἑνὸς ἄλλου τὸ ὅμοιον ἔλαχεν. ἀλλ' εἰ μὲν ταὐτὸν τὸ εἶναι ἀμφοτέρων, πῶς κατὰ φύσιν θάτερον πρὸς θάτερον ἐπέστραπται; εἰ δὲ ἐξ ἑνὸς ἄμφω, πρὸς ἐκεῖνο ἂν εἴη τὸ κατὰ φύσιν ἐπιστρέφειν ἀμφοτέροις. λείπεται ἄρα ἐκ θατέρου θάτερον τὸ εἶναι ἔχειν. εἰ δὲ τοῦτο, καὶ ἡ πρόοδος ἀπ' ἐκείνου, πρὸς ὃ ἡ κατὰ φύσιν ἐπιστροφή. ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ ὀρεκτὸν πᾶσι νοῦς, καὶ πρόεισι πάντα ἀπὸ νοῦ, καὶ πᾶς ὁ κόσμος ἀπὸ νοῦ τὴν οὐσίαν ἔχει, κἂν ἀΐδιος ᾖ. καὶ οὐ διὰ τοῦτο οὐχὶ πρόεισιν ἀπὸ νοῦ, διότι ἀΐδιος· οὐδὲ γὰρ διὰ τοῦτο οὐκ ἐπέστραπται, διότι ἀεὶ τέτακται· ἀλλὰ καὶ πρόεισιν ἀεὶ καὶ ἀΐδιος κατ' οὐσίαν, καὶ ἐπέστραπται ἀεὶ καὶ ἄλυτος κατὰ τὴν τάξιν. 35 Πᾶν τὸ αἰτιατὸν καὶ μένει ἐν τῇ αὐτοῦ αἰτίᾳ καὶ πρόεισιν ἀπ' αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν. εἰ γὰρ μένοι μόνον, οὐδὲν διοίσει τῆς αἰτίας, ἀδιάκριτον ὄν· ἅμα γὰρ διακρίσει πρόοδος. εἰ δὲ προΐοι μόνον, ἀσύναπτον ἔσται πρὸς αὐτὴν καὶ ἀσυμπαθές, μηδαμῇ τῇ αἰτίᾳ κοινωνοῦν. εἰ δὲ ἐπιστρέφοιτο μόνον, πῶς τὸ μὴ τὴν οὐσίαν ἀπ' αὐτῆς ἔχον κατ' οὐσίαν ποιεῖται τὴν πρὸς τὸ ἀλλότριον ἐπιστροφήν; εἰ δὲ μένοι μὲν καὶ προΐοι, μὴ ἐπιστρέφοιτο δέ, πῶς ἡ κατὰ φύσιν ὄρεξις ἑκάστῳ πρὸς τὸ εὖ καὶ τὸ ἀγαθὸν καὶ ἡ ἐπὶ τὸ γεννῆσαν ἀνάτασις; εἰ δὲ προΐοι μὲν καὶ ἐπιστρέφοιτο, μὴ μένοι δέ, πῶς ἀποστὰν μὲν τῆς αἰτίας συνάπτεσθαι σπεύδει πρὸς αὐτήν, ἀσύναπτον δὲ ἦν πρὸ τῆς ἀποστάσεως; εἰ γὰρ συνῆπτο, κατ' ἐκεῖνο πάντως ἔμενεν. εἰ δὲ μένοι καὶ ἐπιστρέφοιτο, μὴ προέρχοιτο δέ, πῶς τὸ μὴ διακριθὲν ἐπιστρέφειν δυνατόν; τὸ γὰρ ἐπιστρέφον πᾶν ἀναλύοντι ἔοικεν εἰς ἐκεῖνο, ἀφ' οὗ διῄρηται κατ' οὐσίαν. ἀνάγκη δὲ ἢ μένειν μόνον ἢ ἐπιστρέφειν μόνον ἢ προϊέναι μόνον ἢ συνδεῖν τὰ ἄκρα μετ' ἀλλήλων ἢ τὸ μεταξὺ μεθ' ἑκατέρου τῶν ἄκρων ἢ τὰ σύμπαντα. λείπεται ἄρα καὶ μένειν πᾶν ἐν τῷ αἰτίῳ καὶ προϊέναι ἀπ' αὐτοῦ καὶ ἐπιστρέφειν πρὸς αὐτό. 36 Πάντων τῶν κατὰ πρόοδον πληθυνομένων τὰ πρῶτα τελειότερα τῶν δευτέρων ἐστί, καὶ τὰ δεύτερα τῶν μετ' αὐτά, καὶ ἐφεξῆς ὡσαύτως. εἰ γὰρ αἱ πρόοδοι διακρίνουσιν ἀπὸ τῶν αἰτίων τὰ παρ αγόμενα, καὶ ὑφέσεις εἰσὶ πρὸς τὰ πρῶτα τῶν δευτέρων, τὰ μὲν πρῶτα προελθόντα συνῆπται μᾶλλον τοῖς αἰτίοις, ἀπ' αὐτῶν ἐκείνων ἐκβλαστάνοντα, τὰ δὲ δεύτερα πορρωτέρω τῶν αἰτίων ἐστί, καὶ ἑξῆς ὁμοίως. τὰ δὲ ἐγγυτέρω καὶ τὰ συγγενέστερα τοῖς αἰτίοις τελειότερα (καὶ γὰρ τὰ αἴτια τῶν αἰτιατῶν)· τὰ δὲ πορρώτερον ἀτελέστερα, ἀνομοιούμενα τοῖς αἰτίοις. 37 Πάντων τῶν κατ' ἐπιστροφὴν ὑφισταμένων τὰ πρῶτα ἀτελέστερα τῶν δευτέρων, καὶ τὰ δεύτερα τῶν ἑξῆς· τὰ δὲ ἔσχατα τελεώτατα. εἰ γὰρ αἱ ἐπιστροφαὶ γίνονται κατὰ κύκλον, καὶ ἀφ' οὗ ἡ πρόοδος, εἰς τοῦτο ἡ ἐπιστροφή, ἀπὸ δὲ τοῦ τελειοτάτου ἡ πρόοδος, ἡ ἐπιστροφὴ ἄρα εἰς τὸ τελειότατον. καὶ εἰ, ἐφ' ὃ ἡ πρόοδος ἔσχατον, ἀπὸ τούτου πρώτου ἡ ἐπιστροφή, ἡ δὲ πρόοδος εἰς ἔσχατον τὸ ἀτελέστατον, καὶ ἡ ἐπιστροφὴ ἀπὸ τοῦ ἀτελε στάτου. πρῶτα μὲν ἄρα ἐν τοῖς κατ' ἐπιστροφὴν τὰ ἀτελέστατα, ἔσχατα δὲ τὰ τελεώτατα. 38 Πᾶν τὸ προϊὸν ἀπό τινων πλειόνων αἰτίων, δι' ὅσων πρόεισι, διὰ τοσούτων καὶ ἐπιστρέφεται· καὶ πᾶσα ἐπιστροφὴ διὰ τῶν αὐτῶν, δι' ὧν καὶ ἡ