1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

9

ἄγαν, οὐ πολλῷ τῆς ἀγορᾶς ἄποθεν, ἣ βασιλέως Κωνσταντίνου ἐπώνυμός ἐστιν· ἔτι μέντοι καὶ τὸν Μωκίῳ μάρτυρι ἀνειμένον νεών, οὗπερ τὰ ἱερὰ πάντα 1.4.28 μεγέθει ἐλάσσω. πρὸς δὲ καὶ τὸ Θύρσου μάρτυρος ἕδος καὶ μὴν τὸ Θεοδώρου ἁγίου τέμενος πρὸ τῆς πόλεως κείμενον ἐν χώρῳ καλουμένῳ Ῥησίῳ, καὶ τό τε Θέκλης μάρτυρος ἱερόν, ὃ παρὰ τὸν τῆς πόλεως λιμένα ἐστίν, ὅνπερ ἐπώνυμον Ἰουλιανοῦ ξυμβαίνει εἶναι, καὶ τὸ Θεο1.4.29 δότης ἁγίας ἐν προαστείῳ καλουμένῳ Ἑβδόμῳ. ταῦτα γὰρ ἅπαντα ὁ βασιλεὺς οὗτος ἐπὶ τοῦ θείου Ἰουστίνου βασιλεύοντος ἐκ θεμελίων ἐδείματο, ἀπαγγέλλεσθαι μὲν οὐ ῥᾴδια λόγῳ, θαυμάζεσθαι δὲ ὄψει κατὰ τὴν ἀξίαν 1.4.30 ἀμήχανα. ἕλκει τὸν λόγον ἐς αὑτὸν ὁ Ἀγαθονίκου τοῦ ἁγίου νεὼς καὶ βιάζεται οὐδὲ φωνὴν ἔτι ἔχοντα οὐδὲ 1.4.31 ὀνόματα ἐφαρμόσαι τοῖς πράγμασι. διόπερ ἡμῖν μὲν ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει· φράσαι δὲ αὐτοῦ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἑτέροις ἀφίεμεν, οἷς ἂν ὁ λόγος ἀκμάζων τε καὶ οὔπω πεπονηκὼς παντάπασιν εἴη. 1.5.1 Καὶ ἄλλα δὲ τεμένη ἐν τῷ καλουμένῳ Ἀνάπλῳ καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον εὗρεν οὐ πρέποντα τῶν τινι ἀνεῖσθαι ἁγίων, ἔτι μέντοι καὶ ἀμφὶ τὸν κόλπον, ὅνπερ Κέρας οἱ ἐπιχώριοι Κεροέσσῃ τῇ Βύζαντος μητρὶ τοῦ τῆς πόλεως οἰκιστοῦ ἐπωνύμως καλοῦσιν, ἐν τοῖς ἅπασιν ἐπιδέδεικται πολυτέλειαν ἐπιτηδείως βασιλεῖ ἔχουσαν, ἅπερ ἐγὼ αὐτίκα δηλώσω, ὑπειπὼν πρότερον ὅντινα διακοσμεῖ τρόπον ἡ θάλασσα τὸ Βυζάντιον. 1.5.2 Πρὸς τῇ ἄλλῃ εὐδαιμονίᾳ καὶ ἡ θάλασσα ἐν καλῷ τίθεται ἀμφ' αὐτὸ μάλιστα ἐγκολπουμένη τε καὶ εἰς πορθμοὺς ξυναγομένη καὶ χεομένη ἐς πέλαγος μέγα, ταύτῃ τε τὴν πόλιν εὐπρόσωπόν τε διαφερόντως ἐργαζομένη καὶ σκέπας λιμένων ἡσύχιον τοῖς ναυτιλλομένοις παρεχομένη, τά τε εἰς τὴν δίαιταν εὔπορον καὶ τὰ ἐς τὴν χρείαν 1.5.3 εὐδαίμονα. πελάγη γὰρ δύο ἀμφ' αὐτὴν ὄντα, ὅ τε δὴ Αἰγαῖος καὶ ὁ Εὔξεινος καλούμενος Πόντος, ξυνίασιν ἀλλήλοις ἐς τὰ πρὸς ἕω τῆς πόλεως, καὶ ξυγκρουόμενα τῇ τοῦ ῥοθίου ἐπιμιξίᾳ, ταύτῃ τε τὴν ἤπειρον τῇ ἐσβολῇ 1.5.4 βιαζόμενα, καλλωπίζουσι κύκλῳ τὴν πόλιν. πορθμοὶ τοίνυν αὐτὴν περιβάλλουσι τρεῖς, ἀλλήλοις μὲν ἀπερηρεισμένοι, ἐς κάλλος δὲ αὐτῇ διατεταγμένοι καὶ χρείαν, περιπλεῖσθαι μὲν ἥδιστοι ἅπαντες, ἀποσκοπήσασθαι δὲ 1.5.5 ποθεινοί, ἐνορμίσασθαι δὲ λίαν εὐλιμένες. καὶ ὁ μὲν αὐτῶν μέσος ἐκ Πόντου προϊὼν τοῦ Εὐξείνου εὐθὺ τῆς πόλεως ὡς διακοσμήσων αὐτὴν ἵεται, ἐφ' ἑκάτερα δὲ ἄμφω 1.5.6 τὰ ἠπείρω διακεκλήρωται. ὧν δὴ ταῖς ὄχθαις πεπίεσται, ἐπιφρίττων τε καὶ γαυρουμένῳ ἐοικώς, ὅτι δὴ ἐποχού1.5.7 μενος τῇ τε Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ προσβαίνει τῇ πόλει. δόξαις ἂν ποταμὸν τεθεᾶσθαι ἐπίπροσθεν προσηνεῖ τῷ ῥείθρῳ ἰόντα. ὁ δὲ δὴ αὐτοῦ ἐν ἀριστερᾷ θλίβεται μὲν ἑκατέρωθεν ἐπὶ μακρότατον ταῖς ἀκταῖς, τά τε ἄλση καὶ λειμώνων κάλλη καὶ τὰ ἄλλα τῆς ἀντιπέρας ἠπείρου ἐν1.5.8 δεικνύμενος ὑποκείμενα τῇ τῆς πόλεως ὄψει. εὐρύνεται δὲ τὸ ἐντεῦθεν ἐξωθούμενος αὐτῆς πρὸς ἄνεμον νότον 1.5.9 καὶ τὴν Ἀσίαν αὐτῆς ὡς πορρωτάτω ἀποκομίζων. ἀλλὰ καὶ ὡς περιβάλλον διαμένει τὴν πόλιν τὸ ῥόθιον ἄχρι ἐς δύοντά που τὸν ἥλιον. ὁ δὲ δὴ τρίτος πορθμὸς τοῦ μὲν πρώτου ἐχόμενος ἐπὶ δεξιᾷ, ἐκ δὲ Συκῶν τῶν καλουμένων ἀρχόμενος, ἐπὶ πλεῖστον διήκει τῆς πόλεως πρὸς 1.5.10 βορρᾶν ἄνεμον, οὗ δὴ ἐς κόλπον τελευτῶν παύεται. οὕτω μὲν οὖν στεφανοῖ τὴν πόλιν ἡ θάλασσα, ἐκδέχεται δὲ ἀνὰ τὸ λειπόμενον ἡ γῆ, μεταξὺ τοσαύτη οὖσα, ὅσον τὴν ἀπὸ 1.5.11 τῆς θαλάττης στεφάνην ἐνταῦθα ξυνδεῖσθαι. πραΰνεται δὲ διηνεκὲς ὁ κόλπος οὗτος καὶ ἀναθολοῦσθαι οὐδαμῆ πέφυκεν, ὥσπερ ὁρίων τῷ κλύδωνι κειμένων ἐνταῦθα καὶ σάλου τὸ ἐνθένδε παντὸς τῇ τῆς πόλεως εἰργομένου 1.5.12 τιμῇ. χειμῶνος δέ, ἂν οὕτω τύχῃ, καὶ ἀνέμων σκληρῶν τοῖς τε πελάγεσι καὶ τῷ πορθμῷ ἐπιπεσόντων, ἐπειδὰν ἐς τὴν εἴσοδον ἵκωνται τοῦ κόλπου αἱ νέες, ἀκυβέρνητοί 1.5.13 τε τὸ λοιπὸν ἴασι καὶ ἀπροβουλεύτως ὁρμίζονται. ἐς σταδίους μὲν γὰρ πλεῖν ἢ τεσσαράκοντα τὸ περίμετρον τοῦ κόλπου διήκει, λιμὴν δὲ ὅλος πανταχῆ ἐστιν· ὥστε ἀμέλει ὁρμιζομένης ἐνταῦθα νηὸς ἡ μὲν πρύμνα τῇ θαλάσσῃ