1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

καὶ τὸ ἱμάτιον, καταφρονοῦσι δόξης, ὑπὲρ ἀκτημοσύνης αὐτοῖς ὁ δρόμος. Οὗτοι ἐπαινετοὶ ὑπὲρ τοὺς ζῶντας τῇ ἁμαρτίᾳ. Ἀγαθὸς δέ, φησίν, ὑπὲρ τοὺς δύο ὅστις οὔπω ἐγένετο, οὐ τὸν μήπω τεχθέντα λέγων· πῶς γὰρ ἀγαθὸς ὁ μὴ γεγονώς; Ἀλλ' ἐπειδὴ τὸν ἑαυτὸν τοῖς βιωτικοῖς ἐπιμίξαντα πράγμασι καὶ μεταξὺ τῶν συκοφαντηθέντων ἢ συκοφαντησάντων στραφέντα, εἶτα τούτων ἀποσχόμενον καὶ τεθνηκότα τῇ κοσμικῇ πολιτείᾳ, ἐπῄνεσεν ὑπὲρ τοὺς ἐν ταύτῃ ζῶντας, καθ' ὑπεροχήν τινα βίου ἀγαθὸν αὐτὸν καλεῖ καὶ ὑπὲρ ἐκεῖνον ἐπαινεῖ καὶ θαυμάζει τὸν μηδὲ ὅλως ἐν τοῖς βιωτικοῖς θορύβοις γενόμενον. 4.4 Καὶ εἶδον· ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ ἀπὸ τοῦ ἑτέρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματοσ. {Εὐαγρίου.} Μάταιοι μετὰ τῶν ζηλούντων οἱ ἐπὶ δυναστείᾳ ζηλούμενοι ἢ χρήμασιν ἢ ψευδοδοξίᾳ. 4.5 Ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ. {σξηολια αυξτορις νομινε ξαρεντ} Καὶ τῶν ἐκ τῆς σαρκὸς αὐτοῦ φυομένων κακῶν ἐμπιπλάμενος ζῶν, κατὰ τὸ φρόνημα τῆς σαρκός, καὶ τοῖς σαρκικοῖς ἔργοις τρεφόμενος. 4.6 Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματοσ. {Νείλου.} Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἢ οὐχὶ κρεῖττον ἐν ὀλίγοις ἀναπαύεσθαι καὶ μὴ ἐν πολλοῖς περισπᾶσθαι καὶ κινδύνοις ὑφίστασθαι κακώσεως πνεύματος; Οὐδὲν γὰρ οὕτω τὸ πνεῦμα κακοῖ καὶ αἱ τοῦ πλούτου φροντίδες, ὥς φησιν ὁ ἀπόστολος.