τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ σπόριμα πλέθρα, καὶ ὅσα τοιαῦτα. Ἀληθῶς δὲ ἦν αὐτῷ ἔργα μεγάλα ἐπὶ τῆς γῆς, κομῶντι τῷ πλούτῳ τῷ ἐπουρανίῳ. Ὁ δὲ διάβολος, ὥσπερ ἔφθην εἰπὼν τῇ προτέρᾳ, ὑποτοπήσας ὁ παμμίαρος, ὅτι ὥσπερ αὐτῷ πλουτοῦντι συνεπλούτησε καὶ ἡ ἀρετὴ, οὕτω καὶ πτωχεύσαντι συμπτωχεύσει καὶ τὰ τῆς ἀρετῆς, γυμνοῖ αὐτὸν τῶν κτεάνων, ἵνα γυμνώσῃ καὶ τῶν τῆς ἀρετῆς πλεονεκτημάτων, καὶ αἰτεῖται παρὰ τοῦ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ Χριστιανοῦ, οὐδὲ κατ' ἀνδρὸς φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται, ἢ διὰ παιδείαν, ἢ διὰ συγχώρησιν. Θεὸς γὰρ ὅταν ἐπάγῃ παιδευτήρια, ἢ δίκην ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. Οὐκ ἠδυνήθη οὖν ὁ διάβολος πολεμῆσαι τῷ Ἰὼβ, ἕως ἐπετράπη παρὰ τοῦ Θεοῦ. Καὶ μὴ θαυμάσῃς, ἀγαπητὲ, εἰ κατὰ τοῦ Ἰὼβ οὐκ εἶχε τὴν ἐξουσίαν, μὴ λαβὼν τὴν ἐπιτροπήν. Οὐδὲ γὰρ κατὰ χοίρων ἔχει ἐξουσίαν. Ἄκουε πῶς ὁ Λεγεὼν παρεκάλει, λέγων· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμᾶς ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ χοίρων οὐκ ἔχει ἐξουσίαν μὴ ἐπιτρεπόμενος, τῶν κατ' εἰκόνα Θεοῦ γενομένων πῶς ἔχει ἐξουσίαν μὴ κελευόμενος; Ἐγένετο, φησὶν, ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι τῷ Κυρίῳ, καὶ ὁ διάβολος ἔστη ἐν μέσῳ αὐτῶν. Ἆρα οὖν σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος, καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων τὸ ἀκάθαρτον πνεῦμα παρίσταται; Ἀλλ' οὔτε οἱ ἅγιοι ἄγγελοι τῷ Θεῷ παρέστησαν σωματικῶς, οὐδὲ ὁ Σατανᾶς σωματικῶς· ἀλλὰ πᾶσα ὑπουργία παράστασις λέγεται. Ὥσπερ γὰρ ὁ Ἠλίας ἐπὶ τῆς γῆς πολιτευόμενος, τῷ Θεῷ παρεστάναι ἐλέγετο, ὥς φησι· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, οὐχ ὅτι ἐν οὐρανοῖς ἀνελθὼν παρέστη, ἀλλ' ὅτι τῷ θείῳ κελεύσματι διηκονεῖτο· οὕτω καὶ διάβολος ἔστη, οὐκ ἐν τῷ οὐρανίῳ χωρίῳ, οὐδὲ ἐν ταῖς ὑπερκοσμίαις δυνάμεσιν, ἀλλ' ὡς κτίσμα Θεοῦ κελεύεται ποιεῖν τὰ καθήκοντα· καὶ ὅπως, ἄκουε. Μὴ γάρ μου ἁρπάσῃς τὸ ῥῆμα, καὶ εἴπῃς· Ὑπηρέτῃ κέχρηται διαβόλῳ ὁ Θεός; Ὥσπερ ἐπὶ τῶν ἀνθρωπίνων ἐξουσιῶν εἰσὶ φανεροὶ στρατιῶται, οἱ ταῖς τιμαῖς διακονούμενοι, καὶ εἰσὶ ὁμολογούμενοι στρατιῶται, οἱ πρὸς τὰς τιμωρίας ἀφωρισμένοι· οὕτω καὶ ἐνταῦθα πρὸς μὲν τὰς λειτουργίας τὰς ἀγαθὰς, καὶ τὰς ὑπὲρ τῶν ἀνθρώ56.572 πων οἰκονομίας, ἄγγελοι ἅγιοι ἀποστέλλονται· πρὸς δὲ τὰς κατὰ τῶν ἀνόμων ἀνθρώπων τιμωρίας δαίμονες ἀποστέλλονται· καὶ ὅπως, ἄκουε· Ὅτε τῶν ἁγίων ἀγγέλων μέμνηται Παῦλος, φησίν· Οὐχὶ πάντες λειτουργικὰ πνεύματά εἰσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Ὅθεν δῆλον ὅτι οἱ μὲν ἅγιοι ἄγγελοι ὑπηρετοῦσι ταῖς τῶν ἀνθρώπων σωτηρίαις· οἱ δὲ πικροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. Ἐξαπέστειλε γὰρ, φησὶν ὁ ∆αυῒδ, εἰς τὴν Αἴγυπτον θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν διὰ ἀγγέλων πονηρῶν. βʹ. Οἱ τοίνυν πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται ὡς δήμιοι πρᾶξαι τὰ προσταττόμενα. Καὶ μὴ θαυμάσῃς, εἰ Θεὸς κελεύει δαίμοσιν. Οἱ ἀπόστολοι ὡς δημίῳ κέχρηνται τῷ διαβόλῳ. Λέγει Παῦλος· Ἐπειδή τινες περὶ τὴν πίστιν ἠστόχησαν, τούτους παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Καὶ πάλιν περί τινος ἐκπορνεύσαντος, καὶ δίκην ὀφείλοντος, τί φησιν ὁ αὐτὸς Παῦλος; Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ ἔκρινα τὸν οὕτω τοῦτο κατεργασάμενον, τοῦτον παραδοῦναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου. Ἵνα γὰρ μὴ νομίσωσιν οἱ δαίμονες, ὅτι πάντη κατὰ τῆς θείας αὐθεντίας ἐτυράννησαν, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα, οὐ πράγματα εἰς εὐθηνίαν συντείνοντα, ἀλλὰ πράγματα εἰς τιμωρίαν φέροντα. Οὐκ εἶδες καὶ τοὺς παρ' ἡμῖν ἄρχοντας, ὅταν μὲν μετὰ τιμῆς τινα καλῶσι, πῶς ἀποστέλλουσι τοὺς