τούτοις δὲ γενναίως ἀντηγωνίζετο Ἀθανάσιος, διάκονος μὲν τῆς Ἀλεξανδρέων ἐκκλησίας· σφόδρα δὲ αὐτὸν διὰ τιμῆς ἦγεν Ἀλέξανδρος ὁ ἐπίσκοπος· διὸ καὶ φθόνος ὡπλίσατο κατ' αὐτοῦ, ὡς ὕστερον λέξομεν. Μικρὸν οὖν πρὸ τῆς εἰς ἕνα τόπον συνελεύσεως τῶν ἐπισκόπων, οἱ διαλεκτικοὶ πρὸς τοὺς πολλοὺς προαγῶνας ἐποιοῦντο τῶν λόγων. Ἑλκομένων δὲ πολλῶν πρὸς τὸ τοῦ λόγου τερπνὸν, εἷς τις τῶν ὁμολογητῶν λαϊκὸς, ἀκέραιον ἔχων τὸ φρόνημα, ἀντιπίπτει τοῖς διαλεκτικοῖς, καὶ φησὶ πρὸς αὐτούς· «ὡς ἄρα ὁ Χριστὸς, καὶ οἱ Ἀπόστολοι, οὐ διαλεκτικὴν ἡμῖν παρέδοσαν τέχνην, οὐδὲ κενὴν ἀπάτην, ἀλλὰ γυμνὴν γνώμην, πίστει καὶ καλοῖς ἔργοις φυλαττομένην.» Ταῦτα εἰπόντος, οἱ μὲν παρόντες πάντες ἐθαύμασαν καὶ ἀπεδέξαντο· οἱ δὲ διαλεκτικοὶ εὐγνωμονέστερον ποιοῦντες ἡσύχασαν, τὸν ἁπλοῦν λόγον τῆς ἀληθείας ἀκούσαντες. Τότε μὲν οὖν οὕτως ὁ ἐκ τῆς διαλεκτικῆς γινόμενος θόρυβος κατεστάλη, τῇ δὲ ἑξῆς, πάντες ἅμα οἱ ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο. Παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ' αὐτούς· καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσους ἔστη· καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν. Τοσαύτη τις εὐλάβεια καὶ αἰδῶς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχεν. Ἐπεὶ δὲ καὶ ἡ πρέπουσα τῷ καιρῷ ἡσυχία ἐγένετο, ἤρξατο ὁ βασιλεὺς αὐτόθεν ἐκ τῆς καθέδρας παραινετικοῖς πρὸς αὐτοὺς χρῆσθαι λόγοις, πρὸς συμφωνίαν καὶ ὁμόνοιαν προτρέπων αὐτούς· καὶ τὴν μὲν ἑκάστου ἰδιάζουσαν λύπην πρὸς τὸν πλησίον, παραχωρεῖν συνεβούλευε· καὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις οἱ πλείονες· πολλοί τε ἐξ αὐτῶν βιβλία δεήσεων τῷ βασιλεῖ τῇ προτεραίᾳ ἦσαν ὀρέξαντες. Ἐπὶ δὲ τὸ προκείμενον, διὸ καὶ συνεληλύθεισαν, χωρεῖν παρακαλέσας, τὰ βιβλία καυθῆναι ἐκέλευσεν, ἐπειπὼν μόνον· «Κελεύει Χριστὸς ἀφιέναι τῷ ἀδελφῷ τὸν ἀφέσεως τυχεῖν ἐπειγόμενον.» Τότε οὖν τοὺς περὶ ὁμονοίας καὶ εἰρήνης λόγους εἰς πλάτος διεξελθὼν, αὖθις περὶ τῶν δογμάτων ἐπιμελέστερον ἐπισκέψασθαι τῇ αὐτῶν γνώμῃ ἐπέτρεψεν. Οἷα δὲ καὶ περὶ τούτων ἐν τῷ αὐτῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν βίον Κωνσταντίνου ὁ αὐτός φησιν Εὐσέβιος, ἐπακοῦσαι καλόν· ἔστι δὲ ταῦτα. Πλείστων δὴ τῶν ὑφ' ἑκατέρῳ τάγματι προτεινομένων, πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων, σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο. Ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πραέως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας· ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκύτερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καὶ δυσωπῶν τῷ λόγῳ· τοὺς δὲ εὖ λέγοντας ἐπαινῶν. Πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ὁμογνώμονάς τε καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασιν ἐπὶ τὸ αὐτὸ κατεστήσατο· ὡς ὁμοφώνως μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Ἐκυροῦτό τε ἤδη καὶ ἐγγράφως δι' ὑποσημειώσεως ἑκάστου τὰ κοινῆ δεδογμένα. Τοιαῦτα καὶ περὶ τούτων ταῖς ἑαυτοῦ φωναῖς ὁ Εὐσέβιος ἐγγράφως κατέλιπεν. Ἡμεῖς δὲ οὐκ ἀκαίρως αὐτοῖς ἐχρησάμεθα· ἀλλὰ μάρτυσι χρώμενοι τοῖς ὑπ' αὐτοῦ λεχθεῖσι, τῇδε αὐτὰ κατετάξαμεν τῇ γραφῇ· ἵν' ὅταν τινες τῆς ἐν Νικαίᾳ συνόδου ὡς περὶ τὴν πίστιν σφαλείσης καταγινώσκωσι, μὴ αὐτῶν ἀνεχώμεθα, μηδὲ πιστεύσωμεν Σαβίνῳ τῷ Μακεδονιανῷ, ἰδιώτας αὐτοὺς καὶ ἀφελεῖς καλοῦντι τοὺς ἐκεῖ συνελθόντας. Σαβῖνος γὰρ, ὁ τῶν ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης Μακεδονιανῶν ἐπίσκοπος, συναγωγὴν ὧν διάφοροι ἐπισκόπων σύνοδοι ἐγγράφως ἐξέδωκαν ποιησάμενος, τοὺς μὲν ἐν Νικαίᾳ ὡς ἀφελεῖς καὶ ἰδιώτας διέσυρε, μὴ αἰσθανόμενος, ὅτι καὶ αὐτὸν Εὐσέβιον, τὸν μετὰ πολλῆς δοκιμασίας τὴν πίστιν ὁμολογήσαντα, ὡς ἰδιώτην διαβάλλει. Καὶ τινὰ μὲν ἑκὼν παρέλιπεν, τινὰ δὲ παρέτρεψεν· πάντα δὲ πρὸς τὸν οἰκεῖον σκοπὸν μᾶλλον ἐξείληφεν. Καὶ ἐπαινεῖ μὲν τὸν Παμφίλου Εὐσέβιον, ὡς ἀξιόπιστον μάρτυρα· ἐπαινεῖ δὲ καὶ τὸν βασιλέα, ὡς τὰ Χριστιανῶν δογματίζειν δυνάμενον· μέμφεταί τε τῇ ἐκτεθείσῃ ἐν Νικαίᾳ πίστει, ὡς