Μεσοποταμίας, ὃς ἐβασίλευσεν αὐτῶν ἔτη ὀκτώ. κατὰ τούτους τοὺς χρόνους Προμηθεὺς μυθεύεται σοφὸς ὢν ἐν παιδείᾳ, ἐν ᾗ τοὺς ἀνθρώπους ἀπὸ ἰδιωτείας μετέπλασεν. Ἐπιστρέψαντος τοίνυν τοῦ λαοῦ πρὸς θεὸν ἀνίστησι τὸν Γοθονιήλ, ὃς ἔκρινε τὸν λαὸν ἔτη νʹ. ἀδελφὸς δὲ ἦν ὁ Γοθονιὴλ τοῦ Χαλέβ. ἐν τούτοις τοῖς χρόνοις ὁ ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸς γεγονέναι λέγεται. τοῦτον τὸν κατακλυσμὸν δοκοῦσι καὶ Αἰγύπτιοι μεμνῆσθαι, φάσκοντες τὴν χώραν αὐτῶν μὴ κατακεκλύσθαι, τοπικοῦ γενομένου. τὸν γὰρ πρότερον κατακλυσμὸν οὐδὲ γινώσκουσιν· οὔπω γὰρ ἦν αὐτοῖς ὁ πατριάρχης γεννηθείς. Χὰμ γὰρ ὁ υἱὸς τοῦ Νῶε πατὴρ ἦν τοῦ Μεσραείμ, ἀφ' οὗ οἱ Αἰγύπτιοι. Αὖθις ἁμαρτήσαντες οἱ υἱοὶ παραδίδονται τῷ Αἰγλώμ, βασιλεῖ Μωαβιτῶν, καὶ δουλεύουσιν αὐτῷ ἔτη ιηʹ. πάλιν δὲ αὐτοὺς ἐπιστρέψαντας ἐξαιρεῖται διὰ τοῦ ἀμφοτεροδεξίου Ἀώδ. ἔσχε δὲ τοῦ ἀμφοτεροδεξίου τὸ ἐπώνυμον διὰ τὸ 28 ὁμοίως ἐν παντὶ πράγματι τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ καθάπερ καὶ τῇ δεξιᾷ. ὃς ἡγήσατο τοῦ λαοῦ ἔτη νʹ. τούτου ἐν ἔτει εἰκοστῷ ἑβδόμῳ ἐβασίλευσε τῆς Ἀττικῆς Κέκροψ ὁ διφυὴς διὰ τὸ δύο γλώσσαις λαλεῖν. ἐν δὲ τῷ οζʹ ὁ κατακλυσμὸς ἐν Θεσσαλίᾳ καὶ Αἰθιοπίᾳ ὑπ' αὐτῶν μνημονεύεται. Προσπταίσας πάλιν ὁ λαὸς κυριεύεται ὑπὸ Ἰαβῆς βασιλέως Χαναναίων ἔτη εἴκοσιν. ἐπὶ τούτου προφητεύει ∆εβώρρα γυνὴ Λαφιδὼθ, ἐκ φυλῆς Νεφθαλείμ, ἔτη μʹ. κατὰ τούτους τοὺς χρόνους Κάδμος ὁ ἐν Θήβαις ἐβασίλευσεν, ὃς Τειρεσίαν φιλόσοφον καὶ μάντιν ἐν Θήβαις ἤγαγε, περὶ οὗ φησὶ Σοφοκλῆς ὅτι τὴν Παλλάδα ἰδὼν λουομένην ὁ Τειρεσίας μετεβλήθη ἐξ ἀνδρὸς εἰς γυναικείαν φύσιν. Μετὰ δὲ τὴν ∆εβώρρας τελευτὴν ἐξήμαρτε πάλιν ὁ λαός, καὶ κατεδουλοῦντο τοῖς Μαδιηναίοις ἑπτὰ ἔτη. Γεδεὼν δὲ αὐτοῖς ἐκ φυλῆς Μανασσῆ, θείοις σημείοις τῆς νίκης κομισάμενος τὴν πίστιν, ἐπανίσταται, καὶ ἐν τριακοσίοις ἀνδράσι δώδεκα διαχειρισάμενος μυριάδας ἦρξε τοῦ λαοῦ ἔτη μʹ. Ἀβιμέλεχ ὁ τούτου υἱὸς ἔτη τρία, Θώλα υἱὸς Φούα ἐκ φυλῆς Ἐφραὶμ ἔτη κγʹ, Ἰαεὶρ ὁ Γαλααδίτης ἐκ φυλῆς Ἐφραὶμ Μανασσῆ ἔτη κβʹ. μετὰ τοῦτον ἐξήμαρτεν ὁ λαός, καὶ παρεδόθη τοῖς Ἀμανίταις ἔτη ιηʹ. ἔπειτα τὴν πρὸς θεὸν ποιησάμενος ἐπάνοδον, σώζει διὰ τοῦ Ἰεφθάε τοῦ Γαλααδίτου, μητρὸς μὲν ὄντος ἑταίρας, φυλῆς δὲ Μανασσῆ. οὗτος ἄρχει 29 τοῦ λαοῦ ἔτη ἕξ. μετὰ δὲ τοῦτον ἦρξεν Εὐσεβὼν ἐκ τῆς Ἰούδα φυλῆς ὁ Βηθλεεμίτης ἔτη ζʹ. κατὰ τούτους τοὺς χρόνους τὸ Ἴλιον ἐκτίσθη καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν ἐπιστήμην μετῄει. Αἰγλὼμ ὁ Ζαβυλωνίτης ἔκρινε τὸν Ἰσραὴλ ἔτη δέκα, Ἀδὼμ υἱὸς Ἐλεὶμ ὁ Μαραθωνίτης ἔτη ὀκτώ. κατὰ τούτους τοὺς χρόνους Ὀρφεὺς ὁ ποιητὴς ἐγνωρίζετο. Προσπταίσας πάλιν ὁ λαὸς ἐκδίδοται ἀλλοφύλοις ἔτη μʹ. ἐπιστρέψαντας δὲ αὐτοὺς πρὸς θεόν, ἀνίστησι τὸν Σαμψών, Μανωὲ μὲν υἱόν, φυλῆς δὲ ∆ᾶν, ὅστις καταπολεμήσας τοὺς ἀλλοφύλους ἄρχει ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους Ἡρακλῆς ἐγνωρίζετο, ὁ τοὺς δώδεκα ἄθλους διανύσας. Σαμανὲς ἡγήσατο τοῦ λαοῦ ἔτος ἕν, ἀναρχίας γεγονυίας κατὰ τὰς Ἑβραϊκὰς παραδόσεις, ὅτε καὶ ἔπραττεν ἕκαστος ὅπερ ἐβούλετο, οἷα εἰκὸς ἐν ἀναρχίᾳ γίνεσθαι. ἔτη μʹ εἰρήνην ἔσχε πρὸς τοὺς ἀλλοφύλους ὁ λαός, ἔτη λʹ Σαμανεὶ αὐτοῦ ἡγουμένου. Ἠλεὶ ὁ ἱερεὺς ἦρξε τοῦ λαοῦ ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους ὁ Ἰλιακὸς πόλεμος ἐγένετο ἔτεσι δέκα, καὶ τὸ Ἴλιον ἥλω. Σαμουὴλ διαδεξάμενος τοῦ Ἠλεὶ τὴν ἱερατείαν καὶ τὴν ἡγεμονίαν κρατεῖ τοῦ λαοῦ. φασὶ δὲ αὐτὸν δώδεκα ἐτῶν εἶναι, ὅτε πρῶτον ἐφάνη αὐτῷ λαλήσας ὁ θεός. σὺν οἷς ἡ κιβωτὸς ἐν τῷ Ἀμιναδὰμ οἴκῳ διέτριψε, καὶ βασιλέων χρισθέντων ἦν ἀντιλαμβανόμενος ὁ Ἠλεὶ ἔτη οʹ. 30 Γίνεται τοίνυν ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἐπὶ τὴν τελευτὴν Σαμουὴλ ἔτη χιʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βρκʹ, ἀπὸ δὲ Ἀδὰμ ἔτη δτπβʹ. Ὁ μὲν οὖν Σαμουὴλ αὐτός τε ἤδη γεγηρακὼς καὶ τοῦ λαοῦ ὀκνηρότερον ποιούμενος τὴν ἐποψίαν, τῶν τε παίδων αὐτοῦ δώροις ἀεὶ τοῦ δικαίου προϊεμένων τὴν κρίσιν, χρίει βασιλέα, τοῦ λαοῦ μὲν καταναγκάζοντος τοῦ θεοῦ δὲ συγχωρήσαντος, τὸν Σαοὺλ υἱὸν Κίς, ἐκ φυλῆς Βενιαμίν. Σαοὺλ γὰρ καὶ ὁ παῖς αὐτοῦ