1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

Υἱὸν γινώσκων, καὶ τὸν Πατέρα γινώσκει, πεδηθείη μὲν πᾶσα βλάσφημος γλῶσσα, καὶ τῷ λάρυγγι κατὰ τὸν προφήτην κολληθείη· ἡμεῖς δὲ οἱ τῆς Τριάδος προσ κυνηταὶ ἀκριβῆ τοῦ ὁμοουσίου ἐντεῦθεν τὴν γνῶσιν λαμβάνομεν· λογιζόμενοι ὡς οὐκ ἂν ἑτέρως ἐν Υἱῷ Πατὴρ ἐγνωρίσθη, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἐτύγχανε· καὶ προσκυνοῦμεν τὸν Σωτῆρα τὸν ἡμέτερον, τῆς προσκυνήσεως τὸν καρπὸν ἀναμένοντες, οὗ χορηγὸς αὐτὸς ὁ Πατὴρ τυγχάνει κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονήσῃ, τιμήσει αὐτὸν ὁ Πατήρ μου·» καὶ ὁ θαυμάσιος δὲ Ἰωάννης ὁ θεο λογῶν, «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, φησὶν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.»

Ιςʹ. Ὅτι πολλαχοῦ ὁ Κύριος μίαν αὐτοῦ καὶ τοῦ Πατρὸς τὴν οὐσίαν ἐδίδαξεν.

Ἵνα δὲ καὶ ἐξ ἑτέρας μαρτυρίας τὸ ὁμοούσιον δεί ξωμεν, αὐτοῦ τοῦ Κυρίου ἀκούσωμεν βοῶντος καὶ λέγοντος, οὐ τοῖς ἀποστόλοις μόνον, ἀλλὰ καὶ τοῖς Ἰουδαίοις· «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Εἰ τοίνυν ὁ θεωρῶν τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει, ποῦ τὸ μεῖζον καὶ τὸ ἔλαττον; ἐν γὰρ τῷ ἐλάττονι σμικρύνεται τὸ μεῖζον, καὶ οὐ γνωρίζεται· εἰ δὲ ὁ Πατὴρ μείζων, πῶς ἐν τῷ Υἱῷ θεωρεῖται; εἰ δὲ θεωρεῖται ἐν Υἱῷ, ὡς ἐν ἴσῳ δηλονότι γνωρίζεται· δηλωτικὰ γὰρ ἀλλήλων τὰ ἴσα· καὶ πάλιν μετ' ὀλίγα αὐτὸς ὁ Κύριός φησι τοῖς ἀποστόλοις· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ· εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει δὲ αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα μου· καὶ πῶς σὺ λέγεις, ∆εῖξον ἡμῖν τὸν Πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ λαλῶ ἐγὼ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα· πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.» Τί τούτων τῶν ῥημάτων σαφέστερον; τί τῆς διδα σκαλίας ταύτης φανερώτερον; Ἀλλ', ὡς ἔοικε, τῶν Ἰουδαίων τὸ κάλυμμα εἰς τὴν τῶν αἱρετικῶν μετα βέβηκε διάνοιαν· διὸ τὰ τοῦ ἡλίου φανερώτερα συν ορᾷν οὐκ ἐθέλουσι, τὴν αὐθαίρετον ὁμίχλην τῆς ἀγνοίας ἐπισπασάμενοι· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν·» τῷ Θωμᾷ τοῦτο λέγει εἰρηκότι αὐτῷ, Ποῦ ὑπάγεις οὐκ οἴδαμεν, καὶ τὴν ὁδὸν πῶς εἰδέναι δυνάμεθα; καὶ διδάσκει αὐτὸν, καὶ τοὺς λοι ποὺς ἀποστόλους, ὡς αὐτῷ ὁ πεπιστευκὼς, τοῖς ὀφθαλμοῖς τῆς διανοίας θεασάμενος αὐτὸν, καὶ τοῦ Πατρὸς γεγένηται θεατὴς, ὡς ἐν αὐτῷ τοῦ Πατρὸς γνωριζομένου. Ταῦτα Φίλιππος μὴ συνεὶς, παρακα λεῖ αὐτὸν λέγων· «∆εῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν·» καὶ οὐκ ἐπαινεῖται, ὡς τὸ κατὰ τοὺς αἱρετικοὺς μεῖζον ἰδεῖν ἐπιθυμήσας· ἀλλ' ἐγκαλεῖται, ὡς μὴ θεασάμενος ἐν Υἱῷ τὸν Πατέρα· «Τοσοῦτον γὰρ, φησὶ, χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Καὶ μὴν οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα ὁ Φίλιππος ἰδεῖν ἐπεθύμησε· πῶς οὖν ἐγκαλεῖται ὡς οὐκ ἐγνωκὼς τὸν Υἱόν; τῇ ἐπαγωγῇ τοῦ ἐγκλήμα τος τὴν αἰτίαν δηλοῖ· «Ὁ ἑωρακὼς γὰρ, φησὶν, ἐμὲ, 75.1173 ἑώρακε τὸν Πατέρα.» Καὶ πῶς σὺ λέγεις, ∆εῖξον ἡμῖν τὸν Πατέρα; Ἕτερός εἰμι, φησὶν, κατὰ τὸ πρόσωπον, οὐ κατὰ τὴν φύσιν· ὅλον ἐν αὐτῷ τὸν Πατέρα περιφέρω· σφραγὶς γάρ εἰμι τοῦ γεννήσαντος ἀπαράλλακτος, χαρακτήρ εἰμι τῆς τοῦ Πατρὸς ὑπο στάσεως, εἰκὼν φυσικὴ τῷ γεννήσαντι συνυπάρχουσα· ὅταν τοίνυν ἰδεῖν ἐθελήσῃς ἐκεῖνον, εἰς ἐμὲ ἀποβλέ ψας, ἑκάτερον ὄψει· ὄψει δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς τῆς πίστεως· καὶ τοῖς τῆς πί στεως δὲ τοσοῦτον,