9
1.71 Ἀκραγαντῖνος Ἐμπεδοκλῆς λέγων ὡδί· ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὧδε γὰρ ἡμετέρης κέλεται πιστώματα Μούσης. Τῆς τῶν κακῶν ἄρα μερίδος κατὰ τὸν Ἀκραγαντῖνον οἱ ἄπιστοι· ἀξύνετοι δὲ οἱ αὐτοὶ καὶ ἐοικότες κωφοῖς κατὰ τὸν Ἡρά 1.72 κλειτον. Ἀτὰρ δὴ καὶ Παρμενίδης ὁ Ἐλεάτης, ὁ τοῦ Κολοφωνίου Ξενοφάνους ἑταῖρος, πίστει τοῖς νοητοῖς προσβάλλειν παρεγ γυᾷ· φησὶ γάρ· λεῦσσε δ' ὅμως ἀπεόντα, νόῳ παρεόντα βεβαίως. Νῷ γὰρ μόνῳ πελάζειν τοῖς νοητοῖς δυνατόν· δίχα δὲ πί 1.73 στεως οὐδὲ ὁ νοῦς ὁρᾶν δύναται τὰ νοούμενα. Τοῦτο δὲ καὶ ὁ Σόλων αἰνίττεται· γνωμοσύνης δ' ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει. 1.74 Εἰ δὲ νοῆσαι χαλεπώτατον, εἰπεῖν ἄρα πάμπαν ἀδύνατον. Καὶ ὁ Ἐμπεδοκλῆς δὲ περὶ τῶν ἀοράτων φησίν· οὐκ ἔστιν πελάσασθαι ὀφθαλμοῖσιν ἐφικτὸν ἡμετέροις ἢ χερσὶ λαβεῖν· ἥπερ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει. 1.75 Καὶ Ἀντισθένης δέ, ὁ Σωκράτους μὲν φοιτητής, τῆς δὲ Κυ νικῆς αἱρέσεως ἡγησάμενος, περὶ τοῦ Θεοῦ τῶν ὅλων βοᾷ· "Ἀπὸ εἰκόνος οὐ γνωρίζεται, ὀφθαλμῷ οὐχ ὁρᾶται, οὐδενὶ ἔοικε· 1.76 διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται." Ἀναγκαία ἄρα ἡ πίστις τοῖς τὰ νοητὰ κατιδεῖν βουλομένοις, ἐπειδήπερ οὐδὲ εἰκόνα ἐξευρεῖν αὐτοῖς ξυμβαίνουσαν οἷόν τε. Καὶ Ξενοφῶν δὲ ὁ Ἀθηναῖος ὁ Σωκρατικός, ὁ Γρύλλου παῖς, ξυνῳδὰ τούτοις 1.77 γέγραφεν· φησὶ γάρ· "Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δέ ἐστι μορφήν, ἀφανής." ∆εῖ δήπου πίστεως τοῖς τἀφανὲς ὀριγνωμένοις καταμα 1.78 θεῖν. Ἀκούσαι δ' ἄν τις καὶ Βακχυλίδου λέγοντος ἐν τοῖς Παιᾶσιν· οὐδὲ γὰρ ῥᾷστον ἀρρήτων ἐπέων πύλας ἐξευρεῖν. Χρεία τοίνυν ἡμῖν νοερῶν ὀμμάτων εἰς τὴν τῶν νοητῶν κατα νόησιν, καὶ καθάπερ δεόμεθα τῶν τοῦ σώματος ὀφθαλμῶν εἰς τὴν θεωρίαν τῶν ὁρατῶν, οὕτω δήπου χρῄζομεν πίστεως εἰς τὴν 1.79 ἐποπτείαν τῶν θείων. Ὅπερ γὰρ δή ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἄρα πίστις ἐν διανοίᾳ· μᾶλλον δέ, ὥσπερ ὀφθαλμὸς δεῖται φωτὸς ἐπιδεικνύντος τὰ ὁρατά, οὕτω δὴ αὖ καὶ ὁ νοῦς δεῖται πίστεως ἐπιδεικνύσης τὰ θεῖα καὶ τὴν περὶ τούτων δόξαν φυλατ τούσης βεβαίαν. 1.80 Τῶν δέ γε τὰ νοητὰ θεωρεῖν οὐ βουλομένων ἀκούσατε ὅπως ὁ Πλάτων κατηγορεῖ· "Ἄθρει γὰρ δή" φησι "περισκοπῶν, μή τις τῶν ἀμυήτων ἐπακούσῃ· εἰσὶ δὲ οὗτοι, οἱ οὐδὲν ἄλλο ἡγούμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ ταῖς χερσὶ λαβέσθαι δύναιντο, πρά ξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς 1.81 ἐν οὐσίας μέρει." Ταύτης δὲ τῆς ξυμμορίας καὶ ὑμεῖς ἐστε· ἀλλὰ μὴ δυσχεράνητε τὸν ἔλεγχον· μόνοις γὰρ τοῖς ὁρατοῖς προστε τήκατε καὶ τὰ χειρόκμητα ξόανα σέβοντες, τὴν περὶ τῆς τοῦ 1.82 ἀοράτου φύσεως διδασκαλίαν οὐ δέχεσθε. Καὶ ἴσως τοῖς οὕτω διακειμένοις ἀνθρώποις Ἐπίχαρμος ὁ κωμικὸς τὸν ἴαμβον ἐκεῖ νον προσήρμοσε· φύσεις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι. Ἀνδρῶν δέ γε σωφρονούντων ἴδιον μὴ προλήψει δουλεύειν μηδὲ ἔθεσι προσδεδέσθαι πατρῴοις, ἀλλὰ ζητεῖν τἀληθὲς καὶ τὸ 1.83 χρήσιμον πανταχόθεν ξυλλέγειν. Ἢ οὐ τοιαῦτα καὶ Σωκράτης τῷ Κρίτωνι ἔλεγεν· "Ὡς ἐγώ, οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος, οἷος τῶν ἐμῶν οὐδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ, ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνοιτο." ∆ηλοῖ δὲ διὰ τούτων, ὡς λόγῳ χρώμενος ἐξευρεῖν ἐπόθει τὸ ξυμφέρον καὶ οὔ τι νόμον 1.84 εἶχε τὸ τῇ προλήψει δουλεύειν. Οὕτω τὸν Ἀλκιβιάδην πείθει μαθεῖν τὴν τῆς γνώσεως οἴησιν πρότερον ἐξορίσας. Πρότερον μὲν γὰρ αὐτὸν ἐξήλεγξεν οὐκ εἰδότα· εἶτ' ἐκείνου εἰρηκότος· "Ἀλλ' οὐκ ἂν εὑρεῖν με ἡγῇ;" ἐπήγαγεν· "Καὶ μάλα γε, εἰ ζητή σαις." Ἐκείνου δ' αὖ φάντος· "Εἶτα ζητῆσαί με οὐκ ἂν οἴει;" 1.85 ὑπολαβὼν ἔφη· "Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι." Ἀρχὴ ἄρα γνώσεως τῆς ἀγνοίας ἡ γνῶσις. ∆εῖ δὲ πρὸς τούτῳ καὶ τὰ πονηρὰ μαθήματα τῆς ψυχῆς ἐξελάσαι, εἶθ' οὕτως τὰ θεῖα προσδέξασθαι. Καὶ τοῦτο δὲ πάλιν ὁ Πλάτων ἐδίδαξεν εἰπών· "Οὐ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν εἶναι." 1.86 Τοῦτο δὲ καὶ Ὀρφεύς φησιν· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι.