1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

9

τοὺς δὲ ἡμι φώνους, τοὺς δὲ φωνήεντας προσηγόρευσεν. Οὗ τοι πλῆθος ψευδωνύμων καὶ νόθων βιβλίων συγγράψαντες, διὰ τούτων καταπλήττειν τοὺς ἀνοή τους ἐπιχειροῦσι. Βαπτίζοντες δὲ τοὺς ἐξαπατωμέ νους ἐπιλέγειν εἰώθασιν· Εἰς ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν, εἰς ἕνωσιν, καὶ ἀπολύτρωσιν, καὶ κοινωνίαν τῶν δυνάμεων. Ἀνα μιγνύουσι δὲ καὶ Ἑβραϊκὰ ὀνόματα, δεδιττό μενοι τοὺς τελουμένους, ὧν ἐπιμνησθῆναι περιττὸν ἡγησάμην. Ἐκ τούτων παμπληθεῖς αἱρέσεις μετὰ τὴν τῆς ἀγρώστεως ἀνεφύησαν βλάστην· τούτων εἶναι τμῆμά φασι καὶ τοὺς παρ' ἐνίων Ἀσκοδρού τους, παρ' ἐνίων δὲ Ἀσκοδρουπίτας καλου μένους. Ιʹ. -Περὶ τῶν Ἀσκοδρουτῶν ἢ Ἀσκοδρουπιτῶν καλουμένων. Οὗτοι δέ φασι, μὴ χρῆναι τὰ θεῖα μυστήρια, ἀοράτων ὄντα σύμβολα, δι' ὁρωμένων ἐπιτελεῖσθαι πραγμάτων, καὶ τὰ ἀσώματα δι' αἰσθητῶν καὶ σω ματικῶν. Εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν τὴν ἀληθῆ τοῦ ὄντος ἐπίγνωσιν. Τὰ γὰρ ὁρώμενα πάντα ὑπ' ἀγνοίας καὶ πάθους συστάντα, διὰ γνώσεως καταλύεται. Πνευματικὴν οὖν δεῖ καὶ τὴν λύτρωσιν ὑπάρχειν. ∆ιὰ τοῦτο, οὔτε βαπτίζουσι τοὺς προσιόντας, οὐδὲ ἐπιτελεῖται παρ' αὐτοῖς τοῦ βαπτί σματος τὸ μυστήριον. Λύτρωσιν γὰρ καλοῦσι τὴν τῶν ὅλων ἐπίγνωσιν. ΙΑʹ. -Περὶ τῶν Ἀρχοντικῶν. Ἐκ δὲ τούτων τινὲς Ἀρχοντικοὶ προσαγορευό μενοι, βιβλία τινὰ πλάσαντες, ἀποκαλύψεις ὀνομά 83.361 ζουσι προφητῶν. Ἓν δὲ τούτων Συμφωνίαν ἐκάλεσαν, ἐν ᾧ ἑπτὰ συνέγραψαν οὐρανοὺς, ἕκαστον δὲ αὐτῶν ἕνα ἄρχοντα ἔχειν, μητέρα δέ τινα Φω τεινὴν ἀνωτάτην εἶναι. Ἀναθεματίζουσι δὲ τὸ λου τρὸν, καὶ τὴν τῶν μυστηρίων μετάληψιν, ὡς εἰς ὄνομα Σαβαὼθ γινομένην· τοῦτον γὰρ ἐν τῷ ἑβδόμῳ λέγουσιν οὐρανῷ τυραννεῖν. Τῶν δὲ ἀρχόντων τρο φὴν εἶναί φασι τὰς ψυχὰς, καὶ ἄνευ ταύτης μὴ οἷόν τε αὐτοὺς ζῇν. Τὸν δὲ διάβολον υἱὸν εἶναι τοῦ Σα βαώθ· εἶναι δὲ τὸν Σαβαὼθ τῶν Ἰουδαίων Θεόν· πονηρὸν δὲ ὄντα τὸν υἱὸν, μὴ τιμᾷν αὐτὸν, ἀλλ' εἰς πάντα ἐναντιοῦσθαι. Τὸν δὲ Κάϊν, καὶ τὸν Ἀβὲλ, τοῦ διαβόλου παῖδάς φασι. Καὶ ἄλλα δέ τινα μυθο λογοῦσι πάσης ἀσεβείας μεστά. Ἕτεροι δέ τινες, μετὰ τὴν ἀποβίωσιν, ἔλαιον καὶ ὕδωρ ταῖς τῶν τε λευτώντων ἐμβάλλουσι κεφαλαῖς. Οὕτω γάρ φασιν αὐτοὺς καὶ ἀοράτους ἔσεσθαι, καὶ κρείττους τῶν μεταξὺ ἀρχῶν τε καὶ ἐξουσιῶν. ∆ιδάσκουσι δὲ αὐτοὺς καὶ ἐπιλέγειν μῦθόν τινα, ὃν ἐντιθεὶς τῷ συγγράμματι, κοινωνεῖν τῆς φλυαρίας ὑπέλα βον. ΙΒʹ. -Περὶ Κολορβασίων. Οἱ δὲ Κολορβάσιοι ἐκ τοῦ καλουμένου παρ' αὐτοῖς Προπάτορος λέγουσι τὴν πρώτην Ὀγδοάδα γενέσθαι· τὸν δὲ Σωτῆρα, οἱ μὲν ἐκ τῶν τριάκοντα Αἰώνων προβληθῆναί φασι, διὸ καὶ Εὐδόκητον καλεῖσθαι, ὅτι πᾶν τὸ Πλήρωμα δι' αὐτοῦ εὐδόκησε δοξάσαι τὸν Πατέρα· οἱ δὲ ἐκ μόνων τῶν δέκα Αἰώνων, ἄλλοι δὲ ὑπὸ Χριστοῦ καὶ τοῦ Πνεύματος, εἰς στή ριγμα τοῦ Πληρώματος γεγονέναι, καὶ τῇ τοῦ Πα τρὸς αὐτὸν προσηγορίᾳ καλεῖσθαι Χριστόν. Καὶ ἄλλα δὲ τερατολογοῦσι πάμπολλα. ΙΓʹ. -Περὶ Βαρβηλιωτῶν ἤγουν Βορβορια νῶν. Ἐκ τῶν Βαλεντίνου σπερμάτων τὸ τῶν Βαρβη λιωτῶν, ἤγουν Βορβοριανῶν, ἢ