9
τίνοντες ὧν κατὰ τόνδε τὸν βίον πεπλημμελήκατε. Τηνικαῦτα δὲ καὶ οἱ ἀληθῶς καὶ βεβαίως εἰς αὐτὸν ἠλπικότες, λήψονται τῆς ἐλπίδος καρπὸν, τὸν μακαρισμόν. "Μακάριοι γὰρ, φησὶν, οἱ πεποιθότες ἐπ' αὐτῷ." Εἰ καὶ γὰρ κατὰ τὸν παρόντα βίον τὸν μακαρισμὸν ἔχουσιν οἱ τῆς ἀρετῆς ἀθληταὶ, ἀλλ' οὖν ἀληθέστερον αὐτὸν δέξονται κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν οἱ πονηρίᾳ συνεζηκότες τὴν θείαν ὀργὴν καθ' ἑαυτῶν ἐπισπάσονται.
ΕΡΜΗΝ. ΤΟΥ Γʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ
υἱοῦ αὑτοῦ." ∆ήλη μὲν τοῖς ἐμμελεστέροις ἡ ἱστορία· τῶν δὲ ῥᾳθυμο τέρων ἕνεκα συντόμως ταύτην ἐρῶ. Μετὰ τὴν διπλῆν ἐκείνην παρανομίαν, ὁ μέγας ∆αβὶδ πολλαῖς καὶ παντοδαπαῖς περιέπεσε συμφοραῖς. Οὐ γὰρ μόνον τὰ προσοικοῦντα ἔθνη πρὸς μάχην ἐκινήθη καὶ πόλεμον, ἀλλὰ καὶ αὐτὸς ὁ οἶκος τὴν στάσιν ἐδέξατο, καὶ παρανομία παρανομίαν διεδέξατο. 80.885 Τὴν τοῦ Ἀμνὼν ἀκολασίαν ἡ τοῦ Ἀβεσσαλὼμ μιαιφονία, καὶ τὴν ἀδελφοκτονίαν ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις, καὶ ἡ τῶν ὑπηκόων ἀπόστασις. Προμηθουμένης γὰρ τῆς θείας χάριτος, τούτων οὐδὲν ἐπέλασε τῷ ∆αβίδ· ἐκείνης δὲ διὰ τὴν γεγε νημένην ἀποστάσης παρανομίαν, χῶραν ἔλαβεν ἡ κακία, καὶ τραγῳδίας ἄξια δέδρακε, καὶ φορὰν ἐβλάστησε συμφορῶν. Κατ' ἐκεῖνον τοίνυν τὸν καιρὸν, τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, καὶ τοὺς σὺν αὐτῷ τὴν πρὸς αὐτὸν ἀναδεξαμένους παρά ταξιν, τοῦτον ἔγραψε τὸν ψαλμόν· τοῦ θείου Πνεύ ματος δηλονότι καὶ τηνικαῦτα ἐνηργηκότος διὰ τὴν θερμὴν ὑπ' αὐτοῦ γεγενημένην μετάνοιαν. βʹ, γʹ. "Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με. Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐ τοῦ." Πολλοὶ μέν τοι, καὶ παντοδαποὶ πολέμιοι πολλαχόθεν προσβάλλουσιν· ἀνιῶσι δέ με πλέον οἱ ἐπιτωθάζοντες, καὶ τῆς σῆς προμηθείας γεγυμνῶ σθαί με λέγοντες. Ἐγὼ δὲ οἶδα, ὡς οὐκ ἀνέξῃ με παριδεῖν, καί τοι πεπλημμεληκότα μεγάλα. Ἀλλὰ τὸν νῦν ταπεινὸν διὰ τὴν ἁμαρτίαν γεγενημένον ὑψώσεις, καὶ κρείττονα δείξεις τῶν δυσμενῶν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· δʹ. "Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου." Οὐδὲ γὰρ τῇ βασι λείᾳ, καὶ τῇ δυναστείᾳ θαῤῥῶ, ἀλλὰ σὲ δόξαν ἐμὴν εἶναι πιστεύω, καὶ ὑπὸ τῆς σῆς ἐλπίζω ταχέως ὑψω θήσεσθαι δεξιᾶς. εʹ. "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπή κουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ." ∆ιά τοι τοῦτο μετὰ πάσης προθυμίας προσφέρω σοι τὰς δεήσεις, εἰδὼς ὅτι παραυτίκα τὰς αἰτήσεις παρέ ξεις. Οὐ φωνὴν δὲ ἐνταῦθα καὶ βοὴν τὴν κραυγὴν νοητέον, ἀλλὰ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς σιγῶντα τὸν μακάριον ἔφη Μωσῆν· "Τί βοᾶς πρός με;" βοὴν τὴν σιγὴν ὀνομάζων διὰ τὴν σπουδαίαν τῆς διανοίας εὐχήν. Τὸ δὲ, "Εἰσήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ," κατὰ τὴν πάλαι κατέχουσαν εἴρηται δόξαν. Ἐνομί ζετο γὰρ ἐν τῇ σκηνῇ κατοικεῖν ὁ τῶν ὅλων Θεὸς, ἐπειδὴ καὶ τοὺς χρησμοὺς ἐκεῖθεν τοῖς ἱερεῦσιν ἐδί δου. ϛʹ. "Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρ θην, ὅτι Κύριος ἀντιλήψεταί μου." Νύκτα τὰς συμφορὰς πολλάκις ἡ θεία καλεῖ Γραφή· ἐπειδὴ ὡς ἐν σκότει διάγειν νομίζουσιν οἱ τοῖς ἄγαν ἀνιαροῖς περιπίπτοντες· ταῖς δὲ νυξὶν ὁ ὕπνος συνέζευκται· σημαίνει τοίνυν κατὰ ταυτὸν τὰς θλί 80.888 ψεις, καὶ τὴν τούτων ἀπαλλαγήν. Τὸ γὰρ "Ἐξηγέρ θην, ὅτι Κύριος ἀντιλήψεταί μου," τοῦτο δηλοῖ, ὅτι Τῆς θείας ἀπολαύσας ῥοπῆς κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν. ∆ιὸ, ζʹ. "Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου." Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. ηʹ. "Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας." Τελείας μοι τοίνυν μετάδος τῆς σωτηρίας· καὶ καθάπερ πολλάκις ἄδικον κατ' ἐμοῦ δυσμένειαν ἐσχηκότας, καὶ ὁμοφύλους καὶ ἀλλοφύλους, καὶ