9
τὴν ἐπιστολὴν ἐνταῦθα καταπαυσόμεθα τὸν λόγον, παραθέντες καὶ χρήσεις τοῦ Μεγάλου Βασιλείου εἰς ἐντελεστέραν ἀπόδειξιν. φυλαχθείης οὖν ἡμῖν πανέστιος ὁ ἠγαπημένος ἡμῶν δεσπότης, εὐεκτῶν ἀμφοτέρωθεν· ἡμεῖς γὰρ τὸ τῆς ἀγάπης σου καλὸν καὶ γράφοντες καὶ μὴ γράφοντες γλιχόμεθα ἔχειν. Τῶν ἀσκητικῶν τοῦ Ἁγίου Βασιλείου ἐκ τοῦ κʹ λόγου [τῶν κατὰ πλάτος ἐκ τῶν ἠθικῶν τοῦ λόγου]. Ὅτι δεῖ τὸν προεστῶτα ὑπομνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, ἆν ποτε ἀποσφαλῇ. Ἐκ τοῦ λδʹ. Τὸν μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ ἐν τῷ φανερῷ ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. εἰ δὲ αὐτὸς αἰσχύνεται, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω. Ἐκ τῶν ἠθικῶν τοῦ αὐτοῦ λόγου οβʹ. Ὅτι χρὴ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφὰς δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς κατὰ σκοπὸν τῆς πρὸς θεὸν εὐαρεστήσεως ἕκαστον ποιεῖν τε καὶ λέγειν, ὡς ὀφείλοντα καὶ ὑπ' αὐτῶν τῶν πεπιστευμένων αὐτῷ δοκιμάζεσθαι.
6 {1Θεοκτίστῃ τῇ ἑαυτοῦ μητρί}1
Εἰ οἷόν τε ἦν δάκρυα ἐν γράμμασιν ἀποκομίζειν, ἐμπλήσας ταύτην μου ἂν
τὴν ἐπιστολήν, τιμία καὶ γλυκεῖα καὶ θεοπόθητέ μου μῆτερ, παρεπεμψάμην σοι ἐν ταύταις ταῖς ἡμέραις. τῷ ὄντι γὰρ οὐκ ἀνεκτῶς φέρω τὰ περὶ σοῦ ἀκούειν, οὐ λέγω ἐντάφια, ἀλλὰ καὶ νοσήματα ἐπιθανάσιμα. καὶ ἱνατί οὕτως, μῆτέρ μου, εἵλω ἡμᾶς ἐᾶσαι, ἀγαπήσασα τὸν μέλλοντα αἰῶνα, ἐκδημῆσαι ἀφ' ἡμῶν καὶ ἐνδημῆσαι πρὸς Κύριον; ἀλλὰ τὰ ἐκεῖ πάντως ἠγαπήκεις, ἐκ πλείονος πόθου τῇ διαθέσει μετατεθεῖσα, τὴν καλὴν καὶ ἁγίαν μου ἀδελφὴν ὡς μᾶλλον ἐπεθύμησας καταλαβεῖν καὶ τὸν γλυκύν μου κύριον Εὐθύμιον, μᾶλλον δὲ τὸν τῶν ἁγίων χορόν. καί, ὦ μῆτερ, πῶς ἐνέγκω, πῶς ἀδακρυτὶ παρελεύσομαι τὴν ἐπιστολὴν διερχόμενος; ἆρα ἀπόκειται τοῦτο τῇ δυστήνῳ μου ζωῇ, ἵνα καὶ τὸν σὸν θάνατον ἀκούσω; ἵνα ἐπιψάλω σοι θρηνῳδῶς; ἵνα ὁρῶν σου τὸν τάφον ἐπιγράψω ἐλεγεῖα; ἵνα ὑπὸ γῆν αὐτὴ σώματι μὲν τεθῇς (πνεύματι γὰρ οἶδ' ὅτι ἐν οὐρανοῖς αὐλισθήσῃ), ἐγὼ δὲ ὑπὲρ γῆν ὦ, ἕλκων ἔτι τὸν ὀδυνηρὸν καὶ πολυαμάρτητόν μου βίον; Καὶ πῶς ταῦτα ἀνεκτά; μή μοι γένοιτο, πλὴν παραχωρητέον πάντα ἐν τῇ βουλῇ καὶ θελήσει τοῦ ὑπεραγάθου θεοῦ ἡμῶν· καὶ γὰρ οἶδεν ὅ τι συμφέρει ἑκάστῳ ἡμῶν, ἐπίσταται τὸ δέον, συναρμόζει τὸ πρέπον, φιλόστοργός ἐστι πατήρ, ἅπαντα καλῶς διατίθησιν, εὐστόχως, εὐβούλως, πανσόφως, παγκάλως, ἀκαταλείπτως. καὶ ὢ τῆς σοφίας καὶ τοῦ βάθους τῶν κριμάτων αὐτοῦ, ὅτι ἀνεξερεύνητοι καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. προσέλαβεν γοῦν τὸ πρότερον τὴν ἀδελφήν, προσελήψατο δεύτερον τὸν ἀδελφόν, ζητεῖ τὸν τρίτον. τίς εἴη οὗτος; εἰ μὲν αὐτή, μέγα τὸ ἐγκώμιον. τριαδικῆς γὰρ μερίδος ἔπαθλον διανύεις, καλῶς διαμείψασα τὸν βίον, πάντα ἀπολιποῦσα, πάντα δοῦσα θεῷ, τὴν κεφαλήν, τὰ μέλη, σαυτήν, ἐν ἀσκήσει κατατρίψασα τὸ τίμιόν σου σῶμα, πολύθλιπτον βίον διεξανύσασα, μᾶλλον δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τοῦ Κυρίου διαβαδίσασα καὶ νῦν ἐν γήρει καλῷ ζητοῦσα τὴν ἀνάλυσιν. ταύτην τοίνυν ἀπεύχομαι τέως ἄρτι, πλὴν κράτιστον, ὃ τῷ θεῷ φίλον· καὶ τίς οἰκειοτέρως τὰ περὶ ἡμᾶς βουλεύσεται ἄτερ αὐτοῦ; Ἀλλά μοι χαῖρε, μῆτερ, καὶ ζῶσα καὶ κοιμωμένη· οὐ γὰρ τεθνήξεις, διότι ζῶσα εἶ. προαιρέσει ἀπενεκρώθης τῷ βίῳ, διότι καλὸν ἀγῶνα ἠγώνισαι, διότι ἐστερήθης τῶν ἐπιγείων, ἵνα τὰ οὐράνια κληρονομήσῃς, διότι τοῖς τοῦ μαρτυρίου ὡμίλησας ἄθλοις ἀναιμωτί, τὰ μέλη σου ἡμᾶς ἀποτεμοῦσα διὰ τὴν