9
ἀληθείας καὶ τὴν ἀνάβλεψιν προέφερον τοῦ τυφλοῦ. 119 Jo 10, 22-23 Ἐγκαινίων ἑορτὴν ἐποίουν οὐχ ὡς νῦν γεγονότος τοῦ ναοῦ, ἀλλ' ὅτι κατ' ἐκείνην τὴν ἡμέραν ὁ Ζοροβαβὲλ ἐτελείωσε τὸν ναόν. ὡς ἅτε χειμῶνος ὄντος ἐν τῇ στοᾷ οἱ ὄχλοι συνήγοντο, μεθ' ὧν ἦν καὶ ὁ Χριστός. 1 Jo 10, 24 Οἱ ἄπιστοι ἐκ τῶν πραγμάτων ἐλεγχόμενοι καὶ ἀμφίβολον ἔχοντες τὴν γνώμην ὡς ἐν ἀμφιβολίᾳ ἠρώτων. 121Jo 10, 25 Εἰδώς, ὅτι ἐκ τοῦ πολλάκις εἰπεῖν οὐκ ἐπιστεύθη, τὰ ἔργα ἄγει εἰς μέJoν ὡς ἰσχύοντα πρὸς ἀπόδειξιν ὑπὲρ τοὺς λόγους· ἔδει μὲν γὰρ τοῖς λόγοις αὐτοῦ πιστεύειν διὰ τὸ θεοπρεπὲς αὐτῶν καὶ τὴν ἐξησκημένην τοῦ βίου ἀρετήν. ἐπειδὴ δὲ τούτους παρεκρούοντο δι' ὑπερβολὴν ἀγνωμοσύνης, ἐχρῆν κἂν τὴν ἀπὸ τῶν ἔργων δέξασθαι μαρτυρίαν. 122 Jo 10, 26 Ἠλλοτριώθησαν δὲ οὗτοι τῆς ποίμνης παρὰ τὴν ἑαυτῶν πονηρίαν μὴ βουληθέντες τὴν ἔνθεον αὐτοῦ δέξασθαι διδαχήν. 123 Jo 10, 27 Τὴν οἰκείωσιν τῶν ἰδίων προβάτων διὰ τὴν ὑπακοὴν γεγενῆσθαί φησιν ὥσπερ ἐκ τοῦ ἐναντίου τὴν ἀλλοτρίωσιν. 124Jo 10, 28 Τοῖς δι' εὐπείθειαν ἀκολουθοῦσι ζωὴν αἰώνιον δίδωσι καὶ τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐπαγγέλλεται. 125Jo 10, 29 Τοῦ πατρὸς πάντα δεδωκότος εἰς χεῖρας τῷ μονογενεῖ καὶ ὁ πατὴρ προσεπιδίδωσι τὴν ἰδίαν σκέπην ὑπὲρ τῆς τῶν προβάτων ἀσφαλείας· τῆς γὰρ ἀμφοτέρων κηδεμονίας τὸ τέλος ἕν. 126 Jo 10, 30 126 Ἓν λέγει ἑαυτὸν τῷ πατρὶ κατ' οὐσίαν, οὐ καθ' ὑπόστασιν καὶ τὸ ἐν πᾶσιν ἰσάζειν αὐτὸν τῷ πατρί· δύο γὰρ καθ' ὑπόστασιν ἠρίθμησεν, ἑαυτὸν καὶ τὸν πατέρα δι' ὧν μάλιστα εἶπεν τὸ ἐσμέν. 127Jo 10, 31-32 Ὁρῶν αὐτοὺς σφόδρα ὀργιζομένους, ὑπομιμνῄσκων αὐτοὺς ὧν ἐποίησεν ἐζήτει διὰ χρηστότητος εἰς αἴσθησιν αὐτοὺς ἀγαγεῖν τῆς εὐεργεσίας καὶ παῦσαι τῆς καθ' ἑαυτοῦ ὀργῆς. 128Jo 10, 33 ∆ι' ὧν λέγουσι τὰ μὲν ἔργα ὡς καλῶς γεγονότα ἀποδέχονται, διὰ δὲ τοὺς λόγους ἠγανάκτουν βλασφημεῖν ἡγούμενοι, ὅτι ἔλεγεν ἑαυτὸν υἱὸν θεοῦ ὁ νεκροὺς ἐγείρων καὶ τυφλοὺς ἰώμενος. 129 Jo 10, 34-36 Εἰ οἱ Ἰσραηλῖται θεοὶ ἐλέχθησαν, καίπερ οὐκ ὄντες ἄνθρωποι εὐαγεῖς, διὰ τὸ μόνον εἶναι Ἰσραηλῖται, ὑμεῖς τὸν ἔργα δεικνύντα, ὅτι θεός εἰμι, καὶ οὐ ψιλῷ ῥήματι ἐν μόνοις κομπάζοντα λόγοις ὑβρίζετε· ἐχρῆν μὲν γάρ, εἰ καὶ μὴ ἔργοις τοῦτο ἔδειξα, ἀλλὰ μόνον εἶπον, μὴ ἀγανακτεῖν ὑμᾶς, ἐπείπερ καὶ ὁ νόμος θεοὺς καλεῖ τοὺς ἀνθρώπους· πλὴν ἔχω καὶ τὴν ἀπὸ τῶν ἔργων μαρ τυρίαν. διὸ ἄντικρυς ἀσεβεῖς οἱ λέγοντες, ὅτι βλασφημῶ εἰπὼν ἐμαυτὸν υἱὸν θεοῦ. 130 Jo 10, 37-38 Πρᾴως ὁ κύριος ἀνταποκρίνεται λέγων, εἰ μὲν τὸν θεὸν πατέρα ὀνομάζων μὴ ἐποίουν ἔργα ὅμοια τοῦ πατρός, δι' ὧν ἐδείκνυον, ὅτι θεοῦ υἱός εἰμι, εἴχετε, φησίν, τὰ παρ' ἡμῶν, νῦν δέ, εἰ καὶ μὴ λέγοντί μοι πείθεσθε, ἀλλ' οὖν διὰ τῶν ἔργων κἂν δυσωπηθῆτε, ὅτι ὁ πατὴρ ἐν ἐμοί ἐστι κἀγὼ ἐν τῷ πατρί. 131 Jo 10, 39 ∆είκνυσιν, ὅτι ἐν τῇ αὐτοῦ ἐξουσίᾳ ἦν τὸ κατασχεθῆναι· ἰδοὺ γὰρ μεταξὺ ὢν αὐτῶν οὐκ ἐπέτρεπεν αὐτοῖς κατασχεῖν αὐτὸν καίπερ τοῦτο θελόντων ἐκεί νων ποιῆσαι. 132 Jo 10, 40 ∆ιὰ τοῦτο ἦλθεν εἰς τὸν τόπον τοῦτον, ἵνα διὰ τοῦ τόπου ὑπομνήσῃ τοὺς ἀνθρώπους τῶν λόγων Ἰωάννου, ὧν εἶπεν περὶ αὐτοῦ, ὃ καὶ ποιήσας πολλοὺς ὠφέλησεν. 133Jo 10, 41-42 Ἀναμιμνῃσκόμενοι δὲ τῶν Ἰωάννου φωνῶν, ὧν εἶπεν περὶ αὐτοῦ, ὅτι νυμφίος ἦν καὶ ἀμνὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ ὅσα ἄλλα, ἀναγκαίως ἐπίστευσαν εἰς αὐτόν.
134 Jo 11, 3 ∆ι' ἄσκησιν θεοσημείας γνήσιαι οὖσαι ἀδελφαὶ εἰς νόJoν
πεσόντος τοῦ ἀδελφοῦ αὐτῶν Λαζάρου ἀπέστειλαν πρὸς τὸν κύριον λέγουσαι· κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ· ἐφίλει γὰρ καὶ αὐτὸν ὁ κύριος ὡς θεοσεβῆ. 135Jo 11, 4 Προεώρα γάρ, ὅτι ἤμελλεν ἡ τοῦ Λαζάρου ἀνάστασις εἰς πᾶσαν λαληθῆναι τὴν οἰκουμένην, δι' ἧς ἐδοξάζετο ὁ υἱὸς σὺν τῷ πατρί. 136 Jo 11, 5-6 Ἠγάπα δὲ αὐτὰς διὰ τὴν σώφρονα καὶ θεοσεβῆ πολιτείαν αὐτῶν. ἐπί τηδες δὲ ἔμεινε τὰς δύο ἡμέρας, ἵνα ἀποθανόντος τοῦ Λαζάρου μείζονα τὴν ἐπ' αὐτῷ ἐνδείξηται δύναμιν καὶ τὸ