9
βίῳ καὶ λόγῳ διαπρεπόντων, περὶ ὧν μεγάλους ἐπαίνους ἐν τῷ τρίτῳ λόγῳ τῶν εἰς τὸν βασιλέα Εὐσέβιος ὁ Παμφίλου ἔγραψεν. πᾶσι δὲ τὰ πρὸς χρείαν δαψιλῶς ὁ χριστιανικώτατος βασιλεὺς ἐχορήγει. αὕτη ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος συνεργίᾳ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος Ἄρειον καθεῖλε καὶ τοὺς ὁμόφρονας αὐτοῦ, Εὐσέβιον τὸν Νικομηδείας καὶ Θεόγνιν τὸν Νικαίας καὶ τοὺς περὶ αὐτούς, χωρὶς Εὐσεβίου τοῦ Παμφίλου συνθεμένου τῇ φωνῇ τοῦ ὁμοουσίου πρὸς τὸ παρόν, καὶ τούτους ἐξορίαις παρέπεμψεν, συμπαρόντος αὐτοῖς καὶ τοῦ πανευφήμου βασιλέως Κωνσταντίνου καὶ συνεργοῦντος ἐν πᾶσι τοῖς κατὰ θεόν, ἄλλους τε ἀντ' 22 αὐτῶν χειροτονηθῆναι ἐκέλευσε πίστεώς τε ἔκθεσιν ἔγγραφον ἐξήνεγκε τὴν κατὰ πᾶσαν ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην. τότε Ἀρείου τοῦ δυσσεβοῦς παρόντος ἐν τῇ συνόδῳ καὶ κρινομένου, Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνις καὶ Μάρις καὶ Νάρκισσος καὶ Θεόφαντος καὶ Πατρόφιλος ἀντεποιοῦντο Ἀρείου, οἳ συντάξαντες πίστεως λόγον βλάσφημον ἐπέδωκαν τῇ συνόδῳ. τοῦ δὲ διαρρηχθέντος, οἱ πεποιηκότες τοῦτον ἀντιστραφέντες κατεδίκασαν Ἄρειον χωρὶς Σεκούνδου Πτολεαΐδος τῆς Αἰγύπτου καὶ Θεωνᾶ τοῦ Μαρμαρικῆς, ὧν ἐκβληθέντων σὺν Ἀρείῳ καὶ ἀναθεματισθέντων, τὸ ἅγιον σύμβολον τῆς πίστεως ὑπηγόρευσαν ὑπογράψαντες ἅπαντες σὺν τῷ πανευσεβεῖ βασιλεῖ, καὶ εὐφήμησαν, καὶ οὕτω διελύθη ὁ σύλλογος. Τούτῳ τῷ ἔτει Κρίσπος, ὁ υἱὸς τοῦ βασιλέως, Χριστιανὸς ἐκοιμήθη· καὶ τὸ Βυζάντιον ἤρξατο κτίζεσθαι. Συνέστη οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος τῇ δωδεκάτῃ ἰνδικτιῶνι, ἔτει εἰκοστῷ τοῦ μεγάλου Κωνσταντίνου, μηνὶ Μαίῳ κʹ. ἔγραψε δὲ ἐπιστολὴν ἐγκύκλιον ἡ σύνοδος ἐν Ἀλεξανδρείᾳ καὶ Λιβύῃ καὶ Πενταπόλει, δι' ἧς ἐδήλωσε τὴν ἐκβολὴν Ἀρείου καὶ Σεκούνδου καὶ Θεωνᾶ· ἐσήμανε δὲ καὶ περὶ Μελετίου, ὥστε ἰδιάζειν ἐν τῇ ἰδίᾳ πόλει ἡσυχάζοντα, τοὺς δὲ ὑπ' αὐτοῦ χειροτονηθέντας μυστικωτέρᾳ χειροτονίᾳ βεβαιοῦσθαι. ἔγραψε δὲ καὶ περὶ τοῦ πάσχα μηκέτι μετὰ Ἰουδαίων αὐτὸ ποιεῖν, ἀλλὰ τῷ κατὰ Ἰταλίαν τύπῳ κατὰ τὴν κυριακὴν μᾶλλον ἡμέραν ἑορτάζοντας. ὁμοίως καὶ ὁ πανευσεβὴς βασιλεὺς ἐπιστολὰς ἔγραψε πανταχοῦ τὰ αὐτὰ κελευούσας καὶ βεβαιούσας τὰ παρὰ τῆς ἁγίας συνόδου ἐκφωνηθέντα, καὶ Ἄρειον ἅμα τοῖς ὁμόφροσιν αὐτοῦ ἀποκηρύττων, Πορφυριανούς τε αὐτοὺς ὀνομάζεσθαι, καὶ τὰ συγγράμματα αὐτῶν κατακαίεσθαι, καὶ τοὺς μὴ τοῦτο ποιοῦντας θανατοῦσθαι· ἐξέθετο δὲ καὶ νόμον βασιλικὸν οὕτω ταῦτα γενέσθαι. τῆς δὲ ἑορτῆς ἐνστάσης κατ' αὐτὸ τῆς εἰκοσαετηρίδος τῆς αὐτοῦ βασιλείας, πάντας τοὺς πατέρας εἰς ἑστίασιν προετρέψατο, συγκατακλιθεὶς αὐτοῖς καὶ λαμπρῶς τιμήσας αὐτούς· Παφνουτίου δὲ καὶ τῶν ὁμοίων ὁμολογητῶν τοὺς ἐξορυχθέντας ὀφθαλμοὺς καὶ τὰ πηρωθέντα μέλη ἐν τῷ διωγμῷ κατεφίλει, ἁγιασμὸν ἐξ αὐτῶν ποριζόμενος. 23 παρῄνει δὲ πᾶσι τοῖς ἐπισκόποις εἰρήνην ἄγειν καὶ τῶν κατὰ τοῦ πλησίον λοιδοριῶν ἀπέχεσθαι. τοὺς δὲ λιβέλλους, οὓς κατ' ἀλλήλων τινὲς ἐπιδεδώκασιν, πυρὶ κατέκαυσεν ὅρκῳ βεβαιῶν, ὡς, εἰ ἴδοι ἐπίσκοπον μοιχεύοντα, τῇ πορφυρίδι σκέπειν τοῦτον προθύμως. πολλὰ δὲ πάσαις ταῖς ἐκκλησίαις δωρησάμενος καὶ τοῖς ἄρχουσι τῶν ἐθνῶν τιμᾷν τοὺς ἱερεῖς παρακελευσάμενος χαίροντας ἅπαντας ἐξαπέστειλεν. τοῦ δὲ βασιλέως ὑπὸ φιλοσόφων Ἑλλήνων ὀνειδισθέντος ἐν Βυζαντίῳ, ὡς οὐ πράττει καλῶς παρὰ τὰ ἔθη τῶν βασιλέων Ῥωμαίων νεωτερίζων τὴν θρησκείαν, ἔδοξε τῷ βασιλεῖ ἕνα τῶν φιλοσόφων Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ τοῦτον πρὸς τὸ διαλεχθῆναι μετ' αὐτοῦ παραπέμψαι. ὁ δὲ Ἀλέξανδρος θεῖος μὲν ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. εἶπε δὲ τῷ διαλεκτικῷ φιλοσόφῳ γλωσσαλγοῦντι· "ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ σιωπᾷν καὶ μὴ φθέγγεσθαι." ἅμα δὲ τῷ λόγῳ ἐφιμώθη καὶ γέγονεν ἄλαλος. τῷ δὲ ἐπισκόπῳ Ἱεροσολύμων Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ προσέταξεν ὁ βασιλεὺς ἐπανιόντι ἐρευνῆσαι τὸν τόπον τῆς ἁγίας ἀναστάσεως καὶ τὸν τοῦ