“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter V. That the Son is by Nature Creator with the Father, as being of His Essence, and not taken to Him as a minister.

3 All things were made by Him, and without Him was not anything made.

The blessed Evangelist, having overthrown the intricate objections of the unholy heretics, and having completed his subtil and most exact utterance respecting the Only-Begotten, comes to another snare of the devil compounded of the ancient deceit, and putting forth to us the sting of the polytheic error, which has wounded and cast down many, and widening the way of perdition, and throwing open the broad and spacious gate of death, heaped up souls of men in herds unto hell and set rich food as it were before the devil and brought before him choice meat. For since the children of the Greeks applying themselves to the wisdom of the world, and having plenteously in their mind the spirit of the ruler of this world, were carried away unto polytheic error, and perverted the beauty of the truth and, like to those who walk in mist and darkness, went down to the pit of their own ignorance, serving lifeless idols, and saying to a stock, Thou art my father, and to a stone, Thou hast brought me forth: others again transgressing akin to them, devising nevertheless a more polished error, deemed that they ought to worship the creature more than the Creator, and lavished the glory that befitted the Divine Nature Alone on the elements that were made by It, of necessity does the Divine introduce to us the Only-Begotten as Maker and Creator by Nature, saying that all things were made by Him and that without Him nothing passed into being, that he might close for the future the entrance for their deceits, and might shew to them that know Him not the Creator of all things, and by the very words wherein he says that the creation was made, might clearly teach that other than it is He Who called it into being, and by His Ineffable Power brought things that are from not being unto birth. For thus at length was it possible by the beauty of the creatures proportionally to see the Maker, and to recognize Him Who is in truth God, through Whom all things have been already made, and made are preserved. Against the false-worship then of the Greeks do I deem that he thus well arrayed the Gospel word, and for this cause do we believe that the Only-Begotten was introduced by the voice of the saint as Maker and Creator.

But since it is meet to consider the crooked inventions of the heretics, I think that we ought looking to their ways too to say again a little.

All things, says he, were made by Him, and without Him was not anything made.

This God-befitting dignity too does he put about the Son, on all sides shewing that He is Consubstantial with God Who begat Him and saying that all things that belong to Him by Nature are in His Offspring: that He may be conceived of as truly God of God, not (as we) having the appellation adventitious and accruing to us by grace alone, according to the words, I have said, Ye are gods and all of you are children of the most High. For if all things were made by Him, He will be Other than they all. For in this, All things, there is nothing which is not seen among all things. As the blessed Paul too is found to have understood the all things: for when in one of his Epistles he was discoursing of our Saviour and said that all things were put in subjection under His feet, excellently does he subjoin, For in that he saith all, he left nothing that is not put under Him. Therefore since we believe that all things were made by the Son, we will not think that He is one of all, but will conclude that He is external to all, and severing Him from the nature and kin of things originate, will at length confess that He is none else save God of God by Nature. For what will intervene between God and the creature? I do not mean in regard of essence, for much intervenes, but only in regard to the position of anything that is, in conception. Or what other position will the Son have, Who surpasses the nature of things made, yea rather is Himself the Maker? For all things were made "by Him, as by the Power, as by the Wisdom of God the Father, not hidden in the Nature of Him Who begat Him, as in man is for instance his innate wisdom and power, but existing separately and by Himself, yet proceeding according to the ineffable mode of Generation from the Father, that the Wisdom and Power of the Father may be conceived of as truly-existing Son.

But though the blessed Evangelist says that all things were made through Him, the saying will not I deem at all minister damage to the words concerning Him. For not because it is said that the things that are were made through Him, will the Son be introduced as an underworker, or a minister of others' wills, so that He should be no longer conceived of as being by Nature Creator, nor will He be one given the power of Creation by some other, but rather being Himself Alone the Strength of God the Father, as Son, as Only-Begotten, He works all things, the Father and the Holy Ghost co-working and co-with Him: for all things are from the Father through the Son in the Holy Ghost. And we conceive of the Father as co-with the Son, not as though He were powerless to work ought of things that are, but as being wholly in Him, by reason of unchangeableness of Essence, and His entire kin and the absence of any medium towards His Natural Procession from Him. As though one were to say that to the sweet scent of a flower, the flower itself was co-present for the operation of the sweet scent, since it proceeds from it naturally. But the force of the example is slight and the Nature That is above all will overpass this too, receiving of it little-impresses of ideas. Since how shall we understand, My Father worketh hitherto and I work? For not separately and by Himself does the Son say that God the Father works ought regarding things that are, and that Himself again likewise works apart from the Father, the Essence Whence He is after some sort resting: for so the Creator would be two and not One, if Either work apart and separately. Moreover the Father will be recipient of the power of not having the Son ever in Him, and the Son likewise will be seen to not have the Father ever in Him, if it were possible that Either should work apart and separately with regard to things that are, as we said before, and the Son will not be true, when He says, I am in the Father and the Father in Me. For it is not, I suppose, merely after likeness of Essence, that we see the Son in the Father as Express Image, or again the Father in the Son as Archetype; but we hold that the Son beams forth by Generation from the Essence of the Father, and is and subsists in It and of It in distinct Being, God the Word: and that the Father again is in the Son, as in Consubstantial Offspring, Connaturally, yet severally, according to simply the difference of being, and being conceived of as that which He is. For the Father remains that which He is, even though He be Connaturally in the Son, as we say that the Sun is in its brightness. And the Son again will be conceived of, as not other than He is, even if He be Connaturally in the Father, as in the sun its brightness. For thus, the Father being conceived of and being in truth Father, the Son again being and conceived of as Son, the Holy Ghost having His place with them, the number of the Holy Trinity mounts to One and the Same Godhead.

For how will God be at all conceived of as One, if Each of the Persons mentioned withdraw into a complete individuality, and, while wholly removed from Connature and Essential participation with the Other, be called God? Therefore let us conceive of Father, Son and Spirit, according to the mode of individual being, not mixing up the difference of the Persons or names in regard to That Which Each Is: but while we reserve severally to each the being and being called what He Is, and thus believe, referring them still of Nature to One Godhead, and refusing to hold a complete severance, because the Son is called the Word and Wisdom and Brightness and Express Image and Might of the Father. For He is Word and Wisdom, by reason of these being, immediately and without any intervention, of the mind and in the mind, and because of the reciprocal interpassing into one another so to say of both. For the mind is seen in word and wisdom, and word in its turn in the mind, and there is nought that intervenes, or severs the one from the other. He is called Power again, as being a quality inherent without any interval in those who have it, and that can nowise be severed from them in the manner of an accident, apart from the destruction of the subject: Express Image again, as being even connate, and unable to be severed from the essence of which it is the express image.

Hence since Either is naturally and of necessity in Other, when the Father works the Son will work, as being His Natural and Essential and Hypostatic Power. Likewise when the Son works, the Father too works, as the Source, of the Creating Word, Naturally In-existent in His Own Offspring, even as the fire too in the heat that proceeds from it.

It is clear then, that vainly has been iterated the accusation of the opponents against the Only-Begotten, who introduce Him to us as creator by having learnt, yea rather as minister too; because of the Blessed Evangelist saying, All things were made through Him and without Him, was not anything made. Much do I marvel at the unholy heretics: for whatever seems any way to undo the Dignity of the Only-Begotten and to shew Him second to Him Who begat Him, according to their own view, this they hunt with much zeal, and from all sides bring to it the drugs of their own stubbornness; whatever again are healthfully and rightly said and bring the Son up to the Glory of the Father, these things they bury most surely in deep silence, as having one sole aim, to in vain revile Him Who is glorified of all the creation. For when they hear that All things were made through Him, they hotly bring on Him the name of service, dreaming that the Son is bond instead of free, and worshipper rather than Lord. But when they learn that without Him was not anything made, they do not mount up to think ought great and marvellous of Him. For since it is not in God the Father to create otherwise than by His own Offspring, Which is His Wisdom and Power, the Evangelist says that nought at all was made without Him. For therefore is the Only-Begotten the Glory of God the Father (for He is glorified as Creator through the Son); for He worketh all things and bringeth into being things that are not.

And well will one conceive of the words, without Him, was not anything made, if he consider with himself what was said at the creation of man. For Let us make man, says he, in Our image after Our likeness. For here specially one can behold in the Son of a truth nought that is lowly, as in a minister according to their phrase. For God the Father does not command the Word, Make man, but as Co-with Him by Nature and His inseparably so to say In-existing Co-worker, He made Him also Partaker of His Counsel respecting man, not anticipating the knowledge that is in the Son in regard to any conception, but as Mind inseparably and apart from time manifested in the in-imaged and in-existing Word.

Let God-befitting contemplations again be above the reach of the example. Yet we say that He co-works with the Son, not conceiving as of two severally, lest there be conceived to be two gods, nor yet as though both together were one, in order that neither the Son be compressed into Father, nor again the Father into Son, but rather in such sort as if one allowed to be co-existent in the brightness from light the light whence it flashed forth: for in such examples the generator seems to be separated in idea from the generated and that which springs forth from it indivisibly; yet are both one and the same by nature, and the one in no wise separate from the other. But above this too will God again be, inasmuch as He is both Super-substantial and has nothing wholly like Him in things originate, that it should be taken as a image of the Holy Trinity, without any difference, in exactness of doctrine. But if they deem that the word, through Whom, said of the Son, can bring down His Essence from Equality and Natural likeness to the Father, so as to be minister rather than Creator, let those insane consider and come forward and make answer, what we are to conceive of the Father Himself also, and Whom we are to suppose Him too to be, seeing that He clearly receives the words through Whom in the Divine Scripture: for God, says he, is faithful, through Whom ye were called unto the fellowship of His Son, and Paul an Apostle of Jesus Christ through the will of God: and again Paul writeth to some, Wherefore thou art no more a servant but a son; and if a son, then an heir through God . All these then have reference to the Person of God the Father, and no one I suppose will rush to that extreme of madness (except perchance he hold with the above mentioned), as to say that the name and fact of service, is reasonably predicated of the very glory of the Father, because the word through Whom is applied to Him too. For the Divine Scripture is sometimes indifferent in regard to its words, in no wise wronging the subject thereby, but applying to the things signified in a less proper sense both the words themselves and those whereby it deems that they are well explained. But it is well to say of those, that The glory of the Lord veileth speech. For little in truth is all might of words unto the exact exposition of the Ineffable and God-befitting glory. Wherefore one must not be offended at the meanness of the things uttered, but must rather yield supremacy, and might in tongue, and keenness of every mind, to the Divine and unutterable Nature, for thus shall we be and not in small degree pious.  

ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος.
« Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » ΤΑ πολύπλοκα τῶν ἀνοσίων αἱρετικῶν ἀνατρέψας προβλήματα, καὶ λεπτὸν ἡμῖν καὶ ἀκριβέστατον περὶ τοῦ Μονογενοῦς ἐξυφήνας τὸν λόγον ὁ μακάριος Εὐαγγελιστὴς, ἐφ' ἑτέραν ἔρχεται τοῦ διαβόλου παγίδα συμπεπηγμένην ἐξ ἀρχαίας ἀπάτης, καὶ τῆς πολυθέου πλάνης τὸ κέντρον ἡμῖν ἀνατείνουσαν, ἣ ” πολλοὺς μὲν τρώσασα καταβέβληκε,“ τὴν δὲ τῆς ἀπωλείας ὁδὸν ἀνευροῦσα, καὶ τὴν πλατεῖάν τε καὶ εὐρύχωρον ἐκπετάσασα τοῦ θανάτου πύλην, ἀγεληδὸν μὲν εἰς ᾅδου τὰς τῶν ἀνθρώπων συνεσώρευσε ψυχὰς, πλουσίαν δὲ ὥσπερ τῷ διαβόλῳ παρετίθει τροφὴν, καὶ ” τὰ βρώματα“ αὐτῷ προσῆγεν ” ἐκλεκτά.“ ἐπειδὴ γὰρ Ἑλλήνων παῖδες τῇ τοῦ κόσμου σοφίᾳ προσκείμενοι, καὶ τὸ πνεῦμα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου πλουσίως ἔχοντες εἰς νοῦν, εἰς πολύθεον κατεφέροντο πλάνην, καὶ τὸ μὲν τῆς ἀληθείας κάλλος ἀπεστρέφοντο, τοῖς δὲ ἐν ἀχλύϊ καὶ σκότῳ βαδίζουσι παραπλήσιοι, πρὸς τὸν ἐκ τῆς οἰκείας ἀμαθίας κατῴχοντο βόθρον, εἰδώλοις ἀψύχοις λατρεύοντες, καὶ τῷ μὲν ξύλῳ λέγοντες ” Θεός μου εἶ σὺ, τῷ δὲ λίθῳ Σὺ ἐγέννησάς “με,” ἕτεροι δὲ πάλιν πλημμελοῦντες τὰ συγγενῆ μὲν ἐκείνοις, ἀστειοτέραν δ' οὖν ὅμως ἐπιτηδεύοντες πλάνην, τῇ κτίσει λατρεύειν ᾤοντο χρῆναι παρὰ τὸν κτίσαντα, καὶ τὴν μόνῃ πρέπουσαν δόξαν τῇ θείᾳ φύσει, τοῖς παρ' αὐτῆς γεγενημένοις ἐχαρίζοντο στοιχείοις, ἀναγκαίως ἡμῖν ὁ θεολόγος ποιητὴν ὄντα καὶ δημιουργὸν κατὰ φύσιν εἰσφέρει τὸν Μονογενῆ, πάντα λέγων δι' αὐτοῦ γεγενῆσθαι, καὶ χωρὶς αὐτοῦ μηδὲν εἰς τὸ εἶναι παρελθεῖν, ἵνα ταῖς παρ' ἐκείνων ἀπάταις ἀποκλείσῃ τὴν εἰς τὸ πρόσω πάροδον, καὶ δείξῃ μὲν τοῖς οὐκ εἰδόσι τὸν ἁπάντων Γενεσιουργὸν, δι' ὧν δὲ τὴν κτίσιν πεποιῆσθαί φησι, διὰ τούτων αὐτῶν ἐκδιδάσκῃ σαφῶς, ὅτιπερ ἕτερός ἐστι παρ' ἐκείνην ὁ πρὸς τὸ εἶναι καλῶν, καὶ ἀῤῥήτῳ δυνάμει παρενεγκὼν ἐκ μὴ ὄντων τὰ ὄντα πρὸς γένεσιν. ἦν γὰρ οὕτω λοιπὸν ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως τὸν τεχνίτην ὁρᾶν, καὶ τὸν ὄντα κατ' ἀλήθειαν ἐπιγινώσκειν Θεὸν, δι' οὗ τὰ πάντα γέγονέ τε ἤδη καὶ γεγονότα σώζεται. ταῖς μὲν οὖν Ἑλλήνων ψευδολατρείαις, οὕτως ἂν οἶμαι καλῶς τὸν εὐαγγελικὸν ἀντιπαρατάξασθαι λόγον, ταύτης τε ἕνεκα τῆς αἰτίας ποιητὴν εἰσῆχθαι καὶ δημιουργὸν διὰ τῆς τοῦ ἁγίου φωνῆς τὸν Μονογενῆ πιστεύομεν. Ἐπειδὴ δὲ ἀκόλουθον ἐννοεῖν καὶ τὰς τῶν αἱρετικῶν δυστρόπους εὑρεσιλογίας, προσήκειν ἡγοῦμαι καὶ πρὸς τὰ ἐκείνων ἀποβλέποντας ἔθη μικρὰ πάλιν εἰπεῖν.
« Πάντα, φησὶ, δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » Θεοπρεπὲς καὶ τοῦτο περιτίθησι τὸ ἀξίωμα τῷ Υἱῷ, πανταχόθεν ὁμοούσιον ὄντα δεικνύων αὐτὸν τῷ γεννήτορι Θεῷ, καὶ πάντα τὰ ἐκείνῳ προσόντα φυσικῶς ἐνυπάρχειν τῷ γεννήματι λέγων: ἵνα Θεὸς ἐκ Θεοῦ νοῆται κατὰ ἀλήθειαν, οὐ καθάπερ ἡμεῖς ἐπίκτητον ἔχων τὴν προσηγορίαν, καὶ διὰ μόνης ἡμῖν προσγενομένην χάριτος, κατὰ τό “Ἐγὼ εἶπα Θεοί ” ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.“ εἰ γὰρ πάντα δι' αὐτοῦ ἐγένετο, ἕτερος ἂν εἴη τῶν πάντων αὐτός: ἐν γὰρ τῷ πάντα, οὐδέν ἐστιν ὃ μὴ ἐν τοῖς πᾶσιν ὁρᾶται. ὥσπερ οὖν ἀμέλει καὶ ὁ μακάριος Παῦλος οὕτω τὸ Πάντα νοήσας εὑρίσκεται: ἐπειδὴ γὰρ ἐν μιᾷ που τῶν ἐπιστολῶν, τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν ἐποιεῖτο λόγον, πάντα τε ἔφασκεν ὑποτετάχθαι ὑπὸ τοὺς πόδας αὐτοῦ, καλῶς γε σφόδρα ποιῶν ἐπιφέρει ” Ἐν “γὰρ τῷ εἰπεῖν τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.” οὐκοῦν ἐπειδήπερ τὰ πάντα γεγενῆσθαι δι' Υἱοῦ πιστεύομεν, οὐκ ἂν αὐτὸν ἕνα τῶν πάντων εἶναι νοήσαιμεν, ἀλλ' ἔξω μὲν κεῖσθαι πάντων λογιούμεθα, τῆς δὲ τῶν γενητῶν ἀποδιορίζοντες φύσεώς τε καὶ ὁμοειδίας, οὐδὲν ἕτερον εἶναι λοιπὸν, ἢ Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογήσομεν. τί γὰρ ἄν τις δοίη τὸ μεταξὺ Θεοῦ καὶ κτίσεως, καὶ οὐ κατὰ λόγον φημὶ τὸν τῆς οὐσίας: πολὺ γὰρ τὸ μεταξύ: κατὰ μόνην δὲ τὴν ἑτέρου τινὸς τῶν ὄντων, ὡς ἐν νοήσει, θέσιν; ἢ ποῖον ἕξει τόπον ἕτερον ὁ Υἱὸς, τὴν τῶν ποιημάτων φύσιν ὑπερκείμενος, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ὁ ποιητής; γέγονε μὲν γὰρ τὰ πάντα δι' αὐτοῦ, ὡς διὰ δυνάμεως, ὡς διὰ σοφίας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἐν τῇ φύσει τοῦ γεννήσαντος κρυπτομένης, ὥσπερ οὖν καί ἐστι καὶ ἐν ἀνθρώπῳ τυχὸν ἡ ἐνυπάρχουσα αὐτῷ σοφία καὶ δύναμις, ἀλλ' ἰδίως μὲν καὶ καθ' ἑαυτὴν ὑφεστώσης, προκυπτούσης δ' οὖν ὅμως κατὰ τὸν ἄῤῥητον τῆς γεννήσεως τρόπον ἐκ Πατρὸς, ἵνα καὶ νοῆται κατὰ ἀλήθειαν ὑπάρχων Υἱὸς ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρός. Ἀλλ' εἰ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαί φησιν ὁ μακάριος Εὐαγγελιστὴς, οὐδὲν οἶμαι τὸ βλάβος τοῖς περὶ αὐτοῦ προξενήσειν λόγοις τὸ ῥῆμα. οὐ γὰρ ἐπειδήπερ δι' αὐτοῦ γενέσθαι τὰ ὄντα λέγεται, πάντως δήπου καὶ ὑπουργὸς ἡμῖν, ἢ καὶ ἀλλοτρίων θελημάτων καὶ ὑπηρέτης ὁ Υἱὸς εἰσβήσεται, ἵνα μηκέτι νοῆται κατὰ φύσιν ὑπάρχων δημιουργὸς, ἢ καὶ ἐξ ἑτέρου τινὸς τὴν ἐπὶ τῷ δύνασθαι κτίζειν χορηγούμενος δύναμιν, ἀλλὰ μᾶλλον αὐτὸς καὶ μόνος ἡ ἰσχὺς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς Υἱὸς, ὡς Μονογενὴς τὰ πάντα ἐργάζεται, συνεργαζομένου δηλονότι καὶ συνόντος αὐτῷ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος: πάντα γὰρ ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι. συνεῖναι δὲ τῷ Υἱῷ τὸν Πατέρα νοοῦμεν, οὐχ ὡς ἀτονοῦντι περὶ τὸ ἐργάζεσθαί τι τῶν ὄντων, ἀλλ' ὡς ὅλον ὄντα ἐν αὐτῷ διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας, καὶ τὸ ἄκρως προσεχές τε καὶ ἄμεσον αὐτοῦ πρὸς τὸ ἐξ αὐτοῦ φυσικῶς προελθόν: ὥσπερ ἂν εἴ τις λέγοι καὶ τῇ ἐξ ἄνθους εὐωδίᾳ συνεῖναι κατ' ἐνέργειαν τὴν ἐκ τῆς εὐοσμίας αὐτὸ δὴ τὸ ἄνθος, ἐπείπερ ἐξ αὐτοῦ πρόεισι φυσικῶς. ἀλλ' ὀλίγη μὲν ἐν τούτοις ἡ τοῦ παραδείγματος δύναμις, ἡ δὲ ὑπὲρ πάντα φύσις καὶ τοῦτο ὑπερκείσεται, μικροὺς ἐξ αὐτοῦ δεχομένη τῶν θεωρημάτων τοὺς χαρακτῆρας. ἐπεὶ πῶς νοήσομεν τό “Ὁ Πατήρ μου ἕως ἄρτι ” ἐργάζεται κἀγὼ ἐργάζομαι;“ οὐ γὰρ ἰδίᾳ μὲν καὶ καθ' ἑαυτὸν ἐνεργεῖν τι περὶ τὰ ὄντα τὸν Θεὸν καὶ Πατέρα φησὶν ὁ Υἱὸς, ἑαυτὸν δὲ πάλιν ὁμοίως ἐργάζεσθαι λέγει δίχα τοῦ Πατρὸς, καὶ ἀτρεμούσης τρόπον τινὰ τῆς ἀφ' ἧς ἐστιν οὐσίας: εἶεν γὰρ ἂν οὕτω δύο δὴ πάντως, καὶ οὐχ εἷς ὁ Δημιουργὸς, εἴπερ ἀνὰ μέρος ἑκάτερος καὶ κεχωρισμένως ἐργάζεται, ἐπιδέξεται δὲ καὶ ἑτέρως τὸ δύνασθαι μὴ ἔχειν εἰσαεὶ τὸν Υἱὸν ὁ Πατὴρ ἐν ἑαυτῷ, καὶ ὁ Υἱὸς ὁμοίως οὐκ ἀεὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ ὀφθήσεται, εἴπερ ὅλως ἐνδέχεται περί τι τῶν ὄντων ἐνεργεῖν ἀνὰ μέρος καὶ κεχωρισμένως ἑκάτερον, καθάπερ ἤδη προείπομεν, καὶ οὐ πάντως ἀληθεύσει λέγων ὁ Υἱός ” Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ “ἐν ἐμοί.” οὐ γὰρ δήπου κατὰ μόνην τὴν ὁμοιότητα τῆς οὐσίας, ὡς χαρακτῆρα τὸν Υἱὸν ἐν Πατρὶ θεωρήσομεν, ἢ αὖ πάλιν ὡς ἀρχέτυπον ἐν Υἱῷ τὸν Πατέρα: ἀλλ' Υἱὸν μὲν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς ἐκλάμποντα, καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ἰδιοσυστάτως ὑπάρχοντα καὶ ὑφεστῶτα Θεὸν Λόγον παραδεξόμεθα: Πατέρα δὲ πάλιν ἐν Υἱῷ, ὡς ἐν ὁμοουσίῳ γεννήματι, συμφυῶς μὲν, κατὰ δὲ μόνην τὴν ἑτερότητα τοῦ εἶναι καὶ νοεῖσθαι τοῦθ' ὅπερ ἐστὶ μεμερισμένως. μένει γὰρ ὁ Πατὴρ τοῦθ' ὅπερ ἐστὶ, κἂν ὑπάρχῃ συμφυῶς ἐν Υἱῷ, καθάπερ εἶναί φαμεν ἐν τῷ ἀπαυγάσματι τὸν ἥλιον: καὶ πάλιν ὁ Υἱὸς οὐχ ἕτερόν τι παρ' ὅπερ ἐστὶ νοηθήσεται, κἂν ὑπάρχῃ συμφυῶς ἐν Πατρὶ, καθάπερ ἐν ἡλίῳ τὸ ἀπαύγασμα αὐτοῦ. οὕτω γὰρ, Πατρὸς μὲν κατ' ἀλήθειαν νοουμένου τε καὶ ὄντος τοῦ Πατρὸς, Υἱοῦ δὲ πάλιν ὄντος τε καὶ νοουμένου τοῦ Υἱοῦ, συνεισβαίνοντος δηλαδὴ τοῦ Ἁγίου Πνεύματος, ὁ τῆς ἁγίας Τριάδος ἀριθμὸς εἰς μίαν καὶ τὴν αὐτὴν ἀναβαίνει θεότητα. Ἐπεὶ πῶς ἂν ὅλως καὶ εἷς ὑπάρχειν νοοῖτο Θεὸς, εἴπερ ἕκαστον τῶν σημαινομένων ἀναχωρήσει μὲν εἰς ἰδιότητα παντελῆ, ὁλοκλήρως δὲ τῆς πρὸς τὸ ἕτερον συμφυΐας τε καὶ σχέσεως οὐσιώδους ἀπενηνεγμένον, ὀνομάζοιτο Θεός; οὐκοῦν κατὰ μὲν τὸν λόγον τοῦ εἶναι ἰδιοσυστάτως, καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα νοήσαιμεν, οὐκ ἀναμίσγοντες εἰς τὴν ὅπερ ἐστὶν ἕκαστον θέσιν, τὴν τῶν προσώπων, ἤτοι τῶν ὀνομάτων, διαφοράν: ἀλλὰ τηροῦντες μὲν ἰδιαζόντως ἑκάστῳ τὸ εἶναι καὶ λέγεσθαι τοῦθ' ὅπερ ἐστὶ, καὶ οὕτω πιστεύοντες, εἰς μίαν δ' οὖν ὅμως θεότητα φυσικῶς ἀναφέροντες αὐτὰ, καὶ τὸ πάντη διενηνεγμένως εἶναι νοεῖν παραιτούμενοι, διὰ τὸ λόγον καὶ σοφίαν καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ δύναμιν τοῦ Πατρὸς ἀποκαλεῖσθαι τὸν Υἱόν. λόγος μὲν γὰρ καὶ σοφία, διὰ τὸ ἐκ νοῦ καὶ ἐν νῷ προσεχῶς καὶ ἀδιαστάτως, καὶ τὴν εἰς ἄλληλα τῶν σημαινομένων, ὡς ἂν εἴποι τις, ἀντεμβολήν. νοῦς γὰρ ἐν λόγῳ καὶ σοφίᾳ, καὶ λόγος εἰς νοῦν ἀμοιβαδὸν ὀφθήσονται, καὶ τὸ μεσολαβοῦν οὐδὲν ἢ χωρίζον τοῦ ἑτέρου τὸ ἕτερον: δύναμις δὲ πάλιν, ὡς ἀδιαστάτως τοῖς ἔχειν αὐτὴν πεφυκόσιν ἐνυπάρχουσα, καὶ μηδαμόθεν αὐτῶν ὡς ἐν τάξει συμβεβηκότος δυναμένη χωρίζεσθαι δίχα τῆς τοῦ ὑποκειμένου φθορᾶς: χαρακτὴρ δὲ πάλιν, ὡς ἀεὶ συμπεφυκὼς, καὶ χωρίζεσθαι μὴ δυνάμενος τῆς οὐσίας, ἧς ἐστι χαρακτήρ. οὐκοῦν, ἐπειδήπερ ἑκάτερος ἐν ἑκατέρῳ φυσικῶς τέ ἐστι καὶ ἀναγκαίως, ἐργαζομένου δηλονότι τοῦ Πατρὸς ὁ Υἱὸς ἐργάσεται, ὡς δύναμις φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος αὐτοῦ: ἐργαζομένου δὲ ὁμοίως τοῦ Υἱοῦ, καὶ ὁ Πατὴρ ἐργάζεται, ὡς πηγὴ τοῦ δημιουργοῦντος Λόγου, ἐνυπάρχουσα φυσικῶς τῷ ἰδίῳ γεννήματι, ὡσπερανεὶ καὶ τὸ πῦρ τῇ ἐξ αὐτοῦ προϊούσῃ θερμότητι. Πρόδηλον οὖν, ὅτι μάταιον ἀναπέφαται τὸ κατὰ τοῦ Μονογενοῦς τῶν δι' ἐναντίας κατηγόρημα, δημιουργὸν ἐκ μαθήσεως, μᾶλλον δὲ ἤδη καὶ ὑπουργὸν, εἰσφερόντων ἡμῖν αὐτὸν, διὰ τὸ φάναι τὸν μακάριον Εὐαγγελιστήν Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θαυμάζειν δέ μοι καὶ λίαν ἐπέρχεται τοὺς ἀνοσίους αἱρετικούς. τὰ μὲν γὰρ, ὅσα παραλύειν δοκεῖ πως αὐτοῖς τοῦ Μονογενοῦς τὸ ἀξίωμα, καὶ δεύτερον αὐτὸν ἀποφαίνειν τοῦ γεννήτορος, κατά γε τὸν ἐν ἐκείνοις ὄντα σκοπὸν, ταῦτα μετὰ πολλῆς τινος θηρῶνται σπουδῆς, καὶ πανταχόθεν τὰ τῆς ἑαυτῶν δυστροπίας ἐρανίζονται φάρμακα: τὰ δὲ ὅσα πάλιν ἐστὶν ὑγιῶς τε καὶ ὀρθῶς εἰρημένα, καὶ εἰς τὴν τοῦ Πατρὸς ἀναφέροντα δόξαν τὸν Υἱὸν, ταῦτα δὴ καὶ μάλα βαθείαις καταχωννύουσι σιωπαῖς, ὥσπερ ἕνα καὶ μόνον ἔχοντες σκοπὸν τὸ διαλοιδορεῖσθαι μάτην τῷ παρὰ πάσης δοξολογουμένῳ τῆς κτίσεως. ἀκούοντες μὲν γὰρ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, τὸ τῆς ὑπουργίας ὄνομα θερμῶς ἐπιφέρουσι, δοῦλον ἀντ' ἐλευθέρου, καὶ θεραπευτὴν ἢ δεσπότην ὀνειροπολοῦντες τὸν Υἱόν: μανθάνοντες δὲ πάλιν ὅτι χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἐπὶ τὸ φρονεῖν ἐπ' αὐτῷ μέγα τι καὶ ἀξιάγαστον οὐκ ἀναβαίνουσιν. ὡς γὰρ ἑτέρως οὐ πεφυκότος δημιουργεῖν τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ μὴ διὰ τοῦ ἰδίου γεννήματος, ὅς ἐστιν αὐτὸς σοφία καὶ δύναμις, οὐδὲν ὅλως χωρὶς αὐτοῦ γεγενῆσθαί φησιν ὁ Εὐαγγελιστής: διὰ γὰρ τοῦτο καὶ δόξα τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενής: δοξάζεται γὰρ ὡς δημιουργὸς δι' Υἱοῦ: τὰ πάντα γὰρ ἐνεργῶν, καὶ εἰς τὸ εἶναι τὰ μὴ ὄντα παραφέρων. Νοήσαι δ' ἄν τις καλῶς τό Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὸ εἰρημένον ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καθ' ἑαυτὸν ἐνθυμούμενος: “Ποιήσωμεν γὰρ ἄνθρωπον, φησὶν, κατ' ” εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.“ ἔξεστι γὰρ ἐν τούτῳ δὴ μάλιστα καταθεάσασθαι σαφῶς οὐδὲν ἐν Υἱῷ τὸ ταπεινὸν, ὡς ἐν ὑπουργῷ τῷ κατὰ τὸν ἐκείνων λόγον. οὐ γάρ Ποίησον ἄνθρωπον, ἐπιτάττει τῷ Λόγῳ ὁ Θεὸς καὶ Πατὴρ, ἀλλ' ὡς συνόντα κατὰ φύσιν, καὶ ἀδιαστάτως ἐνυπάρχοντα συνεργάτην ὥσπερ, ἐποιεῖτο καὶ τῆς ἐπ' ἀνθρώπῳ βουλήσεως κοινωνὸν, οὐ προλαμβάνων μὲν τὴν ἐν Υἱῷ γνῶσιν ἐν τῷ τι νοεῖν, ὡς δὲ νοῦς ἀδιαστάτως τε καὶ ἀχρόνως τῷ ἐγκεχαραγμένῳ καὶ ἐνυπάρχοντι Λόγῳ φανερούμενος. Ἔστω δὲ πάλιν ὑπὲρ τὴν τοῦ παραδείγματος δύναμιν τὰ θεοπρεπῆ θεωρήματα: συνεργάζεσθαι δέ φαμεν αὐτὸν τῷ Υἱῷ, οὐχ ὡς δύο νοοῦντες διῃρημένως, ἵνα μὴ δύο νοῶνται θεοὶ, οὐδ' ὡς ἓν τὸ συναμφότερον, ἵνα μήτε εἰς Πατέρα Υἱὸς, μήτε μὴν ὁ Πατὴρ εἰς Υἱὸν συστέλληται, ἀλλὰ μᾶλλον ἐκείνως, ὡς ἄν τις δοίη συνεῖναι τῷ ἐκ φωτὸς ἀπαυγάσματι, τὸ ἐξ οὗπερ ἐξηστράφθη φῶς: ἐν γὰρ τοῖς τοιούτοις χωρίζεσθαι μέν πως ἐπινοίᾳ δοκεῖ τὸ γεννῶν τοῦ γεννωμένου καὶ προεκκύπτοντος ἀμερίστως: ἓν δέ ἐστι καὶ ταὐτὸν τῇ φύσει τὸ συναμφότερον, καὶ δίχα τοῦ ἑτέρου τὸ ἕτερον οὐδαμῶς: ἔσται δὲ πάλιν καὶ ὑπὲρ τοῦτο Θεὸς, ἅτε δὴ καὶ ὑπερούσιος ὢν, καὶ τὸ ἄκρως προσεοικὸς οὐκ ἔχων ἐν γενητοῖς, ἵνα δὴ καὶ εἰς εἰκόνα λαμβάνηταί τι τῆς ἁγίας Τριάδος, οὐδὲν ἔχουσαν τὸ διαλλάττον, ὡς εἰς δογμάτων ἀκρίβειαν. εἰ δὲ νομίζουσι δύνασθαι τό Δι' οὗ, λεγόμενον ἐφ' Υἱοῦ, καταφέρειν αὐτοῦ τὴν οὐσίαν τῆς πρὸς τὸν Πατέρα ἰσότητός τε καὶ φυσικῆς ὁμοιότητος, ὡς ὑπουργὸν εἶναι μᾶλλον ἢ δημιουργὸν, διασκεπτέσθωσαν οἱ παράφρονες, καὶ εἰς μέσον ἡμῖν ἡκόντων ἀπολογησόμενοι, τί ποτε ἄρα καὶ περὶ αὐτοῦ τοῦ Πατρὸς ἐννοήσομεν, τίνα δὲ εἶναι καὶ αὐτὸν ὑποληψόμεθα, ὅταν φαίνηται δεχόμενος τό Δι' οὗ παρὰ τῇ θείᾳ γραφῇ; ” Πιστὸς γάρ ἐστιν, φησὶν, ὁ Θεὸς, δι' οὗ “ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ,” καὶ “Παῦλος ” ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ:“ καὶ πάλιν πρός τινας ὁ Παῦλος ἐπιστέλλει ” Ὥστε οὐκέτι εἶ “δοῦλος, ἀλλὰ υἱός: εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.” ταῦτα δὴ σύμπαντα τὴν ἀναφορὰν εἰς τὸ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει πρόσωπον, καὶ οὐ δήπου πρὸς τοῦτο μανίας ἐλάσειέ τις, εἰ μὴ τύχοι τοῖς προειρημένοις τὰ ἴσα φρονῶν, ὡς τὸ τῆς ὑπουργίας ὄνομά τε καὶ πρᾶγμα καὶ αὐτῆς κατηγορεῖσθαι τῆς τοῦ Πατρὸς δόξης εὐλόγως εἰπεῖν, ἐπείπερ ἠνέχθη καὶ ἐπ' αὐτοῦ τό Δι' οὗ. ἀδιαφορεῖ γὰρ ἔσθ' ὅτε περὶ τὰς λέξεις ἡ θεία γραφὴ, μηδὲν ἀδικοῦσα τὸ ὑποκείμενον, καταχρηστικώτερον δέ πως ἐπιφέρουσα τοῖς σημαινομένοις τά τε ῥήματα καὶ τὰ δι' ὧν ἂν οἴηται καταδηλοῦσθαι καλῶς. πλὴν ἐκεῖνο συμφέρον ἐπὶ τούτοις εἰπεῖν, ὅτι “Δόξα ” Κυρίου κρύπτει λόγον:“ ὀλίγη γὰρ πᾶσα λόγων ἰσχὺς, ὡς πρὸς ἐξήγησιν ἀκριβῆ τῆς ἀῤῥήτου δόξης καὶ θεοπρεποῦς. διόπερ οὐ σκανδαλιστέον ἐπὶ τῇ τῶν λαλουμένων σμικροπρεπείᾳ, παραχωρητέον δὲ μᾶλλον τὸ νικᾶν, καὶ τὴν ἐν γλώττῃ δύναμιν, καὶ παντὸς ὀξύτητα νοῦ τῇ θείᾳ καὶ ἀφράστῳ φύσει: καὶ κατὰ τοῦτον γὰρ δὴ τὸν τρόπον οὐ μικρῶς εὐσεβήσομεν.