1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

10

ἡδυπάθειαν μετὰ τοὺς πόνους ἐξέκλινεν, ἀλλ' εὐθύς, ὅπως εἶχεν ὁρμῆς, κινήσας τὸν στρατὸν ἐπὶ τὴν Κύμην ἐχώρει· πόλισμα δὲ Ἰταλικὸν ἡ Κύμη ἐχυρώτατον καὶ οἷον οὐ ῥᾷστα πολεμίοις ἁλῶναι. 3 ἵδρυται μὲν γὰρ ἐπὶ λόφῳ τινὶ δυσπρο σόδῳ τε καὶ ἀνάντει· ἔστι δὲ ἐν περιωπῇ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος ἀνέχει, ὡς καὶ ἀμφ' αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται πύρ γοις τε καὶ ἐπάλξεσι καρτερώτατα ἐξειργασμένον. 4 Τωτίλᾳ τε οὖν καὶ Τεΐᾳ τοῖς βασιλεῦσι πρότερον τῶν Γότθων γεγενημένοις, ὁπόσα ἐπίτιμά τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷδε τῷ φρουρίῳ, ὡς βέβαιον ὄν, ἐφυλάττετο. 5 ἐνταῦθα δὴ οὖν ὁ Ναρσῆς ἀφικόμενος περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα τὸ χωρίον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι ὁρμητήριον ἀσφαλὲς ἔχοιεν αὐτῷ τε τὰ τῆς νίκης τελεώτατα ἐς ὅ τι μάλιστα ἐξεργασθείη. 6 Ἀλίγερνος γὰρ ὁ Τεΐα νεώτα τος ἀδελφὸς τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου ἔνδον γε ἦν τοῦ περιβόλου καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ' αὑτὸν ἀγείρας οὐδέν τι εἰρηναῖον ἐβουλεύετο. καὶ ὅτι μὲν Τεΐας ἐν τῷ πολέμῳ ἀνῄρητο καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ' ὣς ἀνίει, οὐδὲ τὴν ξυνενεχθεῖσαν ἐδείμαινε τύχην, ἀλλὰ τῷ τε χώρῳ πίσυνος καὶ τῇ τῶν ἀναγκαίων εὐπορίᾳ θρασύς γε ἦν ἔτι καὶ ὑψαύχην καὶ οἷος ἀμύνεσθαι, ἤν τις ἐπίοι.

9. Εὐθὺς δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος προσῆγε τὸν στρατόν. οἱ δὲ ξὺν πολλῷ πόνῳ ἐς τὸ γεώλοφον ἀναβάντες καὶ τῷ φρουρίῳ πελά σαντες αὐτίκα τοῖς δορατίοις ἠκόντιζον τῶν ἐν ταῖς ἐπάλξεσι φαινομέ νων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν βελῶν ἀναπεμπομένων σφενδόναι τε ἐφέροντο μετάρσιοι καὶ μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖτο. 2 οἱ δὲ ἀμφὶ τὸν Ἀλίγερνον ἀνὰ τὰ μεταπύργια τοῦ τείχους ξυνειλεγμένοι οὐ σχολαίτερον ἀντακοντίζοντές τε καὶ ἀντιτο ξεύοντες διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες καὶ φιτ ροὺς καὶ πελέκεις καὶ ὅπερ ἂν οὐ πόρρω τῆς χρείας ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ οἳ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ τι παρεῖτο. 3 τά γε μὴν Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς Ῥωμαίοις ἀρίδηλα ἦν. ῥοίζῳ τε 21 γὰρ πολλῷ καὶ ταχυτῆτι οὐ σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη, ὡς εἴπερ καὶ ἐς λίθον τινὰ ἐμπέσοιεν ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαρρήγ νυσθαι ἅπαν τῇ βίᾳ τῆς ῥύμης. 4 Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν ἐρρᾳθυμημένων παρὰ τῷ Ναρσῇ ὁ Παλλάδιος, ἀλλὰ στρατεύματός τε ἡγεῖτο Ῥωμαϊκοῦ καὶ ἐν τοῖς μεγίστοις ταξιάρχοις ἐτέλει,) ἰδὼν γοῦν αὐτὸν Ἀλίγερνος σιδήρῳ τεθωρακισμένον καὶ φρονήματι ξὺν πολλῷ τῷ τείχει ἐπιφερόμενον ἀφίησι βέλος αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διε περόνησε τὸν ἄνδρα διαμπὰξ αὐτῷ θώρακι καὶ ἀσπίδι· οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες. 5 πολλαῖς μὲν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ ἐγίγνοντο καὶ οὐδὲν οὐδὲ ὁποτέροις προὐχώρει τῶν ἐλπισθέντων· τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις πρὶν παραστήσασθαι τὸ χωρίον καὶ οἱ Γότθοι ἔνδηλοι ἦσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκίᾳ.

10. Ναρσῆς δὴ οὖν ὁ στρατηγὸς ἤσχαλλέ τε ἄγαν καὶ ἐχαλέπαινεν, εἰ χρόνος τοῖς Ῥωμαίοις πολὺς ἐν ἐλαχίστῳ πολιχνίῳ τετρίψεται. ἀλύον τι δέ οἱ καὶ ἕκαστα γνωματεύοντι ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἁμῆ γέ πῃ τοῦ φρουρίου τρόπῳ τοιῷδε. 2 ἐν τῷ πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώ τατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα καὶ κύτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ τὴν Σίβυλλαν τὴν πάνυ τὴν Ἰταλὴν ἐνδιαιτω μένην φοιβόληπτόν τε εἶναι καὶ ἔνθουν καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις. λέγεται δὲ καὶ Αἰνείαν ποτὲ τὸν Ἀγχίσου αὐτοῦ ἀφι κόμενον ἅπαντά