Tractatus de placitis Manichaeorum

 ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν

 ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν σ

 ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;

 ἔσται κεχωρισμένον. ἄλλος γὰρ τῷ βαρεῖ καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος, τῷ μὲν γὰρ τὸ ἄνω τῷ δὲ τὸ κάτω τῷ δὲ τὸ μέσον. παντὸς δὲ σφαιροειδοῦς τὸ

 θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι;

 13 Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας εἴ τι τοιοῦτον εἶναί

 τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες , καίτοι ὄντα αἰσθητ<ικ>ά, ἐκτὸς δὲ τούτων ἐ

 18 τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τ

 ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς

 δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχ

 οὕτω γὰρ ὁ κόσμος τοῦ δημιουργοῦ χείρων καὶ τῶν τεχνιτῶν ὅσα τούτων ἔργα. εἰ οὖν τῆς ὕλης ἔργον ὁ ἄνθρωπος, πάντως που ταύ της χείρων. ὕλης δὲ κάκιον

 δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέ

 παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν

ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς θείας δυνάμεως. τοῦτο δὲ ἦν ὃ ἐλέγομεν ἴδιον τῆς ὕλης εἶναι, τὸ μηδέν τι οὖσαν καθ' ἑαυτὴν δεχομένην δὲ τὰ σχήματα καὶ τὰς ποιότη τας πάντα γίγνεσθαι τὰ διωρισμένα. εἰ οὖν ὡς ἀφ' ἑνὸς ὑποκειμένου τῆς θείας δυνάμεως μόνον γέγονεν ἥλιος καὶ σελήνη, ταῦτα δὲ ἕτερα καὶ ἕτερα, διὰ τί μὴ καὶ ἄλλο τι γένηται; εἰ δὲ πάντα γενήσεται, τὸ συμ βαῖνον φανερόν, ὅτι ἡ θεία δύναμις ὕλη καὶ αὐτή, πρὸς τὰ σχήματα ποιουμένη. εἰ δὲ οὐδὲν ἕτερον <ἢ> ἥλιος καὶ σελήνη τὰ ἐκ τῆς θείας δυνάμεώς ἐστι γιγνόμενα, τὰ ἐναπειλημμένα ἄρα πᾶσιν τοῖς οὖσιν ἥλιός ἐστιν καὶ σελήνη καὶ ἕκαστος τῶν ἀστέρων ἥλιός ἐστιν καὶ σελήνη ἢ τὸ ἕτερον, καὶ τῶν χερσαίων ζῴων καθ' ἕκαστον καὶ τῶν πτηνῶν καὶ τῶν ἀμφιβίων. ταῦτα δὲ ὅτι οὐδὲ οἱ τὰ θαύματα δεικνύντες ἀποδέ ξαιντο ἄν, οἶμαι παντί τῳ δῆλον εἶναι.

21 Τὸ δὲ μετὰ ταῦτα ἐπισκοποῦσιν οὐκ εὐθεῖα ἡ ὁδὸς ἀλλὰ δυσαντοτέρα τῆς παρελθούσης. λέγουσιν γὰρ μηδὲν ἄτοπον πεπονθέναι κατὰ τὴν σύμμιξιν πρὸς τὴν ὕλην ἥλιον καὶ σελήνην· εἶτα πῶς τὰ ἄλλα ἠλατ τώθη παρὰ τὴν ἰδίαν φύσιν οὐκ ἔχουσι λέγειν. εἰ μὲν γὰρ καὶ ὅτε καθ' αὑτὴν ἦν ἡ θεία δύναμις οὕτως εἶχεν ὥστε τὸ μέν τι αὐτῆς εἶναι καλὸν τὸ δὲ κάλλιον, <καὶ> κατὰ τὸν τῶν Ἱπποκενταύρων μῦθον, οἳ τὸ μὲν ἄχρι στηθῶν ἄνθρωποι ἦσαν τὸ λοιπὸν δὲ ἵπποι καλὰ μὲν ἑκάτερα τὰ ζῷα κάλλιον δὲ ὁ ἄνθρωπος, οὕτω καὶ ἐπὶ τῆς θείας δυνάμεως ἔστιν ἐπινοῆσαι τὸ μέν τι αὐτῆς τῷ καλῷ διαφέρον τὸ δὲ ἐλαττούμενον κατὰ τοῦτο, καὶ ἐπὶ τῆς ὕλης δὲ τὸ μὲν ὑπάρχει ὑπερ βολήν τινα ἔχον κακίας <.....> τὰ ἕτερα μὲν ἕτερα καὶ ἕτερα <.....>, ἄλλος ἂν ἦν λόγος. ἐνεδέχετο γὰρ ὑπολαβεῖν ὅτι ἐμφρονέστερ' ὄντα ἐξ ἀρχῆς ἥλιος καὶ σελήνη τὰ ἧττον πονηρὰ τῆς ὕλης εἰς τὴν σύμμι ξιν ἐξελέξατο, ἵνα μένῃ ἐπὶ τῆς ἰδίας ἀρετῆς, ἐξασθε νησάντων τηλικῶνδε πονηρευμάτων ἐκβιάσασθαι το σαύτην ὑπεροχὴν ἐν τῷ ἀγαθῷ· τὰ δὲ ἄλλα μέρη αὐτῆς ἦν πεσόντα, οὐκ ἀπρονοήτως μέν, οὐ μὴν μετὰ τῆς ἴσης προνοίας, ἀπολαῦσαι μᾶλλον κακίας τῆς ἐν αὐτῇ κατὰ τὸ ποσὸν ἕκαστον. ἐπειδὴ δὲ οὐδὲν διά φορον περὶ τῆς δυνάμεως ταύτης παρ' αὐτῶν λέγεται ἀλλ' ὁμοία διὰ πάσης αὐτῆς θεωρεῖται, ἀπίθανος ὁ λόγος ὅτι ἐν μὲν τῇ συμμίξει τὸ μὲν ἔμεινεν ἀκέραιον τὸ δὲ μετέσχεν κακίας τινός.

22 Λέγουσι δὲ ὅτι καὶ ἥλιος καὶ σελήνη τὴν θείαν δύναμιν κατὰ μικρὸν διακρίναντες ἀπὸ τῆς ὕλης πρὸς τὸν θεὸν ἀποπέμπουσιν, τῆς σελήνης ἐν ταῖς νουμηνίαις μέχρι τῆς πανσελήνου εἰς ἑαυτὴν δεχομένης ταύτην εἶτα τῷ ἡλίῳ <δι>δούσης, τοῦ δὲ πρὸς τὸν θεὸν παραπέμποντος. εἰ δ' ἦσαν καὶ κατὰ μικρὸν εἰς ἀστρονόμων θύρας φοιτήσαντες, οὐκ ἂν ταῦτα πεπόν θεσαν οὔτε ἠγνόησαν ἂν ὅτι ἡ σελήνη κατά τινας ἄμοιρος οὖσα ἰδίου φωτός ὑπὸ τοῦ ἡλίου καταλάμ πεται, καὶ ὅτι οἱ σχηματισμοὶ αὐτῆς εἰσιν παρὰ τὰς τοῦ ἡλίου διαστάσεις, πανσέληνός τε γίγνεται ὅταν ἀπέχῃ τοῦ ἡλίου τὰς ἑκατὸν καὶ ὀγδοήκοντα μοίρας, σύνοδος δὲ ὅταν ἐπὶ τῆς αὐτῆς τῷ ἡλίῳ φέρηται μοίρας. ἔπειτα δὲ πῶς οὐ θαυμαστὸν ὅπως ποτὲ πολ λαὶ οὖσαι αἱ ψυχαὶ καὶ ἀπὸ διαφόρων καὶ γὰρ τοῦ κόσμου αὐτοῦ καὶ ζῴων καὶ φυτῶν καὶ νυμφῶν καὶ δαιμόνων εἶεν ἂν καὶ ἐν τούτοις πτηνῶν χερσαίων ἀμφιβίων διακρίνονται τῇ ὄψει, ἀλλ' ἕν τι σῶμα ὅμοιον ἀεὶ διὰ παντὸς φαίνεται ἡμῖν ἐν τῇ σελήνῃ. τί δὲ καὶ τὸ συνεχὲς τοῦ σώματος τούτου καὶ ὅτε μὲν διχότομός ἐστιν ἡ σελήνη, φαινόμενον ἡμικύκλιον, ὅτε δὲ ἀμφίκυρτος, τοιοῦτον <..;..> πάλιν πῶς ἀνα λαμβάνονται ἐπὶ τὴν σελήνην ἢ ποίῳ χρώμεναι ὀχή ματι; εἰ μὲν γὰρ κοῦφόν ἐστιν οἷον πῦρ, οὐκ ἄχρι τῆς σελήνης μόνον εἰκὸς γενέσθαι ἄν, ἀλλ' ἄνωθεν διὰ παντός· εἰ

10