ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάντα ἁγιώτατον. Μαθόντες δὲ ἐκ παραδόσεως οἱ πιστοὶ τὸν τόπον τοῦ ἁγίου Γολγοθᾶ κεχωσμένον ἕτι καὶ ἀφανῆ τυγχά νοντα, ἐρχόμενοι καθ' ἡμέραν σεβασμίως προσεκύνουν· ὅπερ θεωροῦντες οἱ εἰδωλολάτραι, τοῦ διαβόλου ὑπο βάλλοντος αὐτοῖς, ᾠκοδόμησαν ἐκεῖσε ναὸν τῷ ἀγάλ ματι τῆς ἀκαθάρτου δαίμονος Ἀφροδίτης. Κωλυθὲν δὲ τὸ τῶν Χριστιανῶν πλῆθος τῆς ἐν τῷ τόπῳ προ όδου, ἄγνωστοι τοῖς πολλοῖς λοιπὸν οἱ ἅγιοι τόποι ἐγίνοντο. Ἀπέθανε δὲ Ἀδριανὸς, καὶ ἐβασίλευσεν Ἁντωνῖνος ὁ Εὐσεβὴς ἀντ' αὐτοῦ εἴκοσι καὶ δύο ἔτη. Μετὰ τοῦτον δὲ Μάρκος Ἀουρήλιος Οὐῆρος, ὃν καὶ Ἀντωνῖνος ὁ υἱὸς αὐτοῦ σὺν καὶ Λουκίῳ ἀδελφῷ διαδέχεται ἔτη τεσσαρακαίδεκα. ∆ιωγμοῦ δὲ κινηθέντος πολ λοὶ γεγόνασι μάρτυρες θανόντες προθύμως ὑπὲρ Χριστοῦ. Σημεῖα δὲ μεγάλα ἐγίνετο, ὥστε αὐτὸν τὸν Καίσαρα Μάρκον, σὺν παντὶ τῷ στρατεύματι αὐτοῦ, σπάνει ὕδατος μέλλοντα διαφθείρεσθαι, τῇ 4048 τῶν Χριστιανῶν εὐχῇ περισωθῆναι, τοῦ Θεοῦ ἐν ἀνύδροις τόποις ἀποστείλαντος αὐτοῖς τὸν ὑετόν. Τελευτήσαντος δὲ Οὐήρου διαδέχεται τὴν ἡγεμονίαν Κόμμοδος ἔτη δώδεκα. Μετ' αὐτὸν ἐβασίλευσε Περ τίναξ μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Σεβῆρος ἔτη δέκα καὶ ὀκτώ· ἐφ' οὗ, διωγμοῦ μεγάλου κινηθέντος, πολλοὶ κατὰ πάντα τόπον ἐμαρτύρη σαν. Τούτου δὲ τελευτήσαντος Ἀντωνῖνος Καράκαλος ἔτη ἑπτὰ, Μακρῖνος τοῦτον διαδεξάμενος ἐβασίλευσεν ἔτος ἕν. Καὶ μετ' αὐτὸν Ἀντωνῖνος ἄλλος ἔτη τεσ σαρακαίδεκα. Ἐβασίλευσε μετὰ τοῦτον Ἀλέξανδρος ἔτη τρία καὶ δέκα. Οἱ δὲ κατὰ τὴν Αἰλίαν γενόμενοι ἐπίσκοποι ἀπ' Ἀδριανοῦ τῆς βασιλείας, οὗτοί εἰσι· Μάρκος, Κασσιανὸς, Πούπλιος, Μάξιμος, Ἰουλιανὸς, Γάϊος, Ἰουλιανὸς ἕτερος, Καπίτων, Οὐάλης, ∆ολιχιανὸς Νάρκισσος. Οὗτος δὲ ὁ Ναρκισσὸς ἀποστολικοῖς χαρίσμασι λαμπρυνόμενος, καὶ τῆς ἡσυχίας ἐρῶν, καταλείψας τὴν ἐπισκοπὴν εἰς ἀγνώστους τόπους ἀπέδρα. Πολλὰ ζητηθέντος ὑπὸ τοῦ λαοῦ καὶ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, καὶ μὴ εὑρεθέντος, προβάλλεται ἀντ' αὐτοῦ ἐπίσκοπος ∆ιὸς, μετ' αὐτὸν Γερμανίων. Τοῦτον διαδέχεται Γορ δίας. Ἐπὶ τούτου, ὥσπερ ἐξ ἀδύτων, πάλιν ἀναφαίνεται Νάρκισσος. Καὶ ἦν σὺν τῷ χειροτονηθέντι ἐπι σκόπῳ γέρων πολὺ ὑπάρχων, ὡς εἶναι αὐτὸν τρια κοστὸν ἀπὸ τοῦ σωτηρίου πάθους. Τοῦ δὲ σὺν αὐτῷ ἐπισκόπου τελειωθέντος καὶ τοῦ Ναρκίσσου ὑπεργη ράσαντος, ἦν γὰρ ἐτῶν ἑκατὸν ἑξκαίδεκα, Ἀλέξαν δρόν τινα ἐπίσκοπον ἀπὸ ἑτέρας χώρας ἐλθόντα εἰς προσκύνησιν τῶν ἁγίων τόπων, ἀντ' αὐτοῦ κατὰ ἀποκάλυψιν Θεοῦ καθιστῶσιν ἐπίσκοπον Ἱεροσολύμων, πολλὰ αὐτὸν παρακαλέσαντες, ὅστις καὶ μαρ τυρίῳ ὕστερον τελειοῦται. Κατ' ἐκείνους δὲ τοὺς χρόνους εἰρήνη πολλὴ ὑπῆρχεν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἦν γὰρ ἡ μήτηρ τοῦ αὐτοκράτορος, Μα μαία, θεοσεβὴς λίαν. Ἀλεξάνδρου δὲ καταπαύσαντος τὴν ἀρχὴν, δια δέχεται τὴν ἡγεμονίαν Μαξιμῖνος ἔτη τρία. Οὗτος κακῶς τῷ Ἀλεξάνδρου οἴκῳ χρησάμενος διωγμὸν ἤγειρε κατὰ τῶν Χριστιανῶν, καὶ τοὺς προεστῶτας τῶν Ἐκκλησιῶν ἀναιρεῖσθαι προστάττει, ὡς αἰτίους τῶν εἰς τοὺς θεοὺς βλασφημιῶν. Τούτου δὲ τελευτή σοντος τῶν Ῥωμαίων ἀρχὴν παραλαμβάνει Πουπῖνος καὶ Βαλβῖνος μῆνας τρεῖς. Τούτους δὲ διαδέχεται Γορδιανὸς ἔτη ἕξ. Μετὰ τοῦτον Φίλιππος αὐτοκράτωρ ἔτη ἐπτὰ ἐβασίλευσεν· οὗτος γνησίως ἐπίστευσεν εἰς Χριστόν· ἀλλ' ὁ ὑπηρέτης τοῦ Σατανᾶ ∆έκιος τοῦ τον ἀποκτείνας κατέσχε τὴν βασιλείαν ἔτη δύο. Ἐπὶ τούτου, διωγμοῦ χαλεποῦ κινηθέντος, οὐκ εὐαρίθμη τοι κατὰ τόπους ἐμαρτύρησαν. Τούτου δὲ σὺν παισὶ κατασφαγέντος, διαδέχεται τὴν βασιλείαν Γάλλος καὶ Βουλισιανὸς ἔτη τρία καὶ τούτους δὲ Οὐαλεριανὸς 4049 καὶ Γαληνὸς διαδέχεται ἔτη δεκαπέντε. Οὗτος διωγμὸν μέγαν κατὰ Χριστιανῶν ἤγειρεν. Ὑπὸ βαρ βάρων δὲ αἰχμαλωτισθέντος, ὁ υἱὸς αὐτοῦ ἔπαυσε τὸν διωγμόν. Ἐν δὲ Αἰλίᾳ
10