1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

10

Ἰσχύραν συκο φάντην, καὶ αὐτὰ δὲ τὰ ἀντίγραφα τῶν Ἀλεξάνδρου γραμμάτων καὶ τῶν πρεσβυτέρων 17.2 καὶ τὰ Ἰσχύρα. ἀπεστείλαμεν δὲ καὶ τὴν τοῦ πατρὸς τῶν βασιλέων ἐπιστολήν, ἔνθα οὐ μόνον ἐπ' Ἀρσενίῳ δυσχεραίνει ὅτι ζῶντος ἀνθρώπου φόνος ἐνεκαλεῖτο, ἀλλὰ καὶ ἐπὶ τῷ ποτηρίῳ πάλιν ἐθαύμαζε τὸ ποικίλον τῆς κατηγορίας καὶ πεπλανημένον ὅτι πὴ μὲν Μακαρίου τοῦ πρεσβυτέρου, πὴ δὲ Ἀθανασίου τοῦ ἐπισκόπου κατηγόρουν ὡς κλάσαντος ταῖς χερσὶ τὸ ποτήριον, καὶ πάλιν συκοφάντας τοὺς Μελιτιανοὺς καὶ πάλιν 17.3 Ἀθανάσιον καθαρώτατον ἀποφαίνεται. πῶς γὰρ οὐ συκοφάνται Μελιτιανοὶ καὶ πρό γε πάντων Ἰωάννης; ὁ εἰσελθὼν εἰς τὴν ἐκκλησίαν κοινωνήσας ἡμῖν, καταγνοὺς ἑαυτοῦ μηδὲν ἔτι περὶ τοῦ ποτηρίου κινήσας, ἐπειδὴ τοὺς περὶ Εὐσέβιον εἶδε σπουδά ζοντας τοῖς Ἀρειομανίταις οὐκ ἀποτολμῶντας δὲ φανερῶς αὐτοῖς συνεργεῖν, ἀλλὰ ζη τοῦντας ἄλλοις χρῆσθαι προσώποις, ἑαυτὸν ὑποβέβληκεν ὥσπερ τῶν ἔξω θεάτρων ὑποκριτήν. καὶ ἡ μὲν ὑπόθεσις ἦν Ἀρειανῶν ἀγὼν καὶ τὸ πρωτότυπον ἐκείνους κατορ θοῦν, ὑποβολὴ δὲ καὶ παράρτημα τούτων Ἰωάννης καὶ οἱ σὺν αὐτῷ, ἵνα οἱ τῶν Ἀρειανῶν σπουδασταὶ διὰ τῆς τούτων προφάσεως δικαστῶν σχήματι τοὺς ἐχθροὺς τῆς ἀσεβείας ἀπώσωνται καὶ τὴν ἀσέβειαν ἐγκαταπήξωσι καὶ τοὺς Ἀρειανοὺς εἰσαγάγωσι τῇ ἐκ κλησίᾳ. καὶ οἱ τὴν εὐσέβειαν ἐξωθῆσαι θέλοντες δι' ἀσεβείας νικῆσαι βιάζονται, καὶ οἱ τὴν ἀσέβειαν τὴν κατὰ Χριστοῦ προελόμενοι τοὺς τῆς ἀσεβείας ἐχθροὺς ὡς ἀσεβεῖς ἀνελεῖν ἐπεχείρησαν, καὶ ποτήριον ἡμῖν προφέρουσι κεκλασμένον, ἵνα δόξῃ καὶ Ἀθανάσιος κατὰ 17.4 Χριστοῦ συνασεβεῖν αὐτοῖς. ποία γὰρ καὶ μνήμη παρ' αὐτοῖς ὀφείλεται ποτηρίου μυστικοῦ; πόθεν ἀσεβείας τῆς εἰς Χριστὸν προστάταις περὶ ποτηρίου νοῦς εὐσεβής; πόθεν τοῖς τὸν Χριστὸν μὴ γνωρίζουσι ποτήριον Χριστοῦ γνώριμον; πῶς οἱ ποτήριον τιμᾶν προσποιούμενοι τὸν τοῦ ποτηρίου θεὸν ἀτιμάζουσιν; ἢ πῶς οἱ ποτήριον ὀδυρόμενοι τὸν ἐπίσκοπον τὸν ἐν αὐτῷ μυσταγωγοῦντα φονεῦσαι ζητοῦσι; καὶ ἐφόνευσαν ἂν τὸ ὅσον ἐν ἑαυτοῖς. πῶς δὲ οἱ τὸν θρόνον τὸν ἐστολισμένον ἐπισκοπικῶς ὀδυρόμενοι τὸν ἐν αὐτῷ καθήμενον ἐπίσκοπον ἀνελεῖν ζητοῦσιν; ἵνα καὶ ὁ θρόνος τὸν ἐπίσκοπον ζητῇ 17.5 καὶ οἱ λαοὶ τῆς εὐσεβοῦς διδασκαλίας στερηθῶσιν. οὔτε οὖν ποτήριον οὔτε φόνος οὔτε τι τῶν ὑπ' αὐτῶν τερατολογηθέντων εἰς τοῦτο αὐτοὺς προήγαγεν, ἀλλ' ἡ προειρη μένη τῶν Ἀρειανῶν ἀσέβεια, δι' ἣν καὶ Ἀθανασίῳ καὶ ἄλλοις ἐπισκόποις ἐπιβουλεύσαντες ἔτι καὶ νῦν τῇ ἐκκλησίᾳ πολεμοῦσιν. ἆρα γὰρ τίνες οἱ φόνους καὶ ἐξοριστίας ποιή σαντες; οὐχ οὗτοι; ἆρα τίνες ταῖς ἔξωθεν προστασίαις χρώμενοι τοῖς ἐπισκόποις ἐπι βουλεύουσιν; οὐχ οἱ περὶ Εὐσέβιον μᾶλλον καὶ οὐκ Ἀθανάσιος, ὡς αὐτοὶ γράφουσι; 17.6 παρ' αὐτῶν γὰρ αὐτὸς καὶ ἄλλοι πεπόνθασι. καὶ γὰρ καὶ πρεσβύτεροι τῆς Ἀλεξαν δρείας τέσσαρες κατ' ἐκεῖνον τὸν καιρόν, καίτοι μηδὲ εἰς Τύρον ἐξελθόντες, ὑπερόριοι παρ' αὐτῶν γεγόνασιν. ἆρα τίνες οἱ θρήνων καὶ δακρύων ἄξιοι; οὐχ οἱ καὶ τὰ πρῶτα ποιή σαντες καὶ δεύτερα συνάπτειν μὴ παραιτούμενοι καὶ πάντα συκοφαντοῦντες, ἵνα ἐπί σκοπον ἀπολέσωσι μὴ ὑπείκοντα τῇ τῆς ἀσεβείας αὐτῶν αἱρέσει; διὰ τοῦτο ἡ ἔχθρα τῶν περὶ Εὐσέβιον, διὰ τοῦτο τὰ ἐν Τύρῳ κινηθέντα, διὰ τοῦτο αἱ προσποίητοι κρίσεις, διὰ τοῦτο νῦν καὶ χωρὶς κρίσεως παρ' αὐτῶν ὡς πεπληροφορημένων γράμματα, διὰ τοῦτο αἱ πρὸς τὸν πατέρα τῶν βασιλέων καὶ πρὸς αὐτοὺς τοὺς εὐσεβεστάτους βασιλεῖς διαβολαί.

18.1 Οἷα γὰρ καὶ νῦν κατείρηται ὁ συλλειτουργὸς ἡμῶν Ἀθανάσιος, ἀναγκαῖον ὑμᾶς εἰδέναι, ἵνα καὶ ἐκ τούτου καταγνῶτε τῆς πονηρίας αὐτῶν καὶ γινώσκητε, ὅτι μηδὲν 18.2 ἄλλο ἢ φονεῦσαι ζητοῦσι τὸν ἄνδρα. σῖτος παρὰ τοῦ πατρὸς τῶν βασιλέων ἐδίδοτο πρὸς τὰς τῶν χηρῶν διατροφὰς ἰδίᾳ μὲν Λιβύας, ἰδίᾳ δέ τισιν ἐξ Αἰγύπτου. τοῦτον πάντες λαμβάνουσιν ἄχρι νῦν Ἀθανασίου μηδὲν ἐξ αὐτοῦ κομιζομένου πλὴν μόνου τοῦ συγκάμνειν αὐτοῖς. ἀλλὰ νῦν ἐκείνων