ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας, καταφρονοῦσι δὲ τῆς θείας ἐργασίας τῶν προσευχῶν. Καὶ πρὸς τοῦτον λεγέτω ὁ Σωτήρ· Ἔκτεινον τὴν χεῖρά σου, καθὼς λέγει ὁ Ἀπόστολος· «Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας, ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας.» Αὐτάρκως δὲ τῶν λόγων ἡμῶν προχωρησάντων, ἀναστάντες καὶ ἡμεῖς ἐκτείνωμεν τὰς χεῖρας, καὶ μὴ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτί· «Ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.» Καὶ διαπετάσωμεν χεῖρας ὁσίους, νιψάμενοι ἐν ἀθώοις· ἵνα, τὸν τῶν ὅλων Θεὸν ἐπικαλούμενοι, τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύσωμεν, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Θεῷ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10