ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ οὖν ἐκδι κούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. Ἑπτὰ ἐκδικούμενά εἰσι ταῦτα· πρῶτον, ὅτι τὸν Θεὸν παρώργισε· δεύτερον, ὅτι τὸν πατέρα ἐλύπησε· τρίτον, μητέρα ἄτεκνον ἀπέδειξε· τέταρτον, ἀδελφὸν ἀπέκτεινε· πέμπτον, αἷμα ἐξέχεεν· ἔκτον, φόνον εἰργάσατο· ἕβδομον, ᾅδην ἐνεκαίνισεν. Ἐρώτ. ξγʹ. Τί ἐστι· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί μοι ζῇν, καὶ μὴ ἀποθανεῖν;» Ἀπόκ. «Μείζων ἐγένετο ἡ καταδίκη μου·» καὶ γὰρ τοιοῦτος γέγονεν ὁ Κάϊν ἐκ τῆς κατάρας τοῦ Θεοῦ, ὅτι ὁ τρόμος καὶ ὁ κλόνος τῶν μελῶν αὐτοῦ, οὗ εἶχεν, οὐδὲ βρῶμα βαλεῖν ἐν τῷ στόματι αὐτοῦ ἠδύ νατο. Ἐρώτ. ξδʹ. Τί λέγει Λάμεχ, ὅτι «Ἄνδρα ἀπ 28.740 έκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί;» Ἀπόκ. Οὐ δύο λέγει, καθώς τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν, ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ' ἕνα, καὶ τοῦτον νέον· «ἄνδρα» γὰρ «εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·» τουτέστιν, ἄνδρα νέον ἔχοντα τὴν ἡλικίαν. ∆ιέφυγε δὲ τὴν τιμω ρίαν διὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας, καὶ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐπενεγκὼν, τὴν θείαν ἐκώλυσε ψῆφον. Ἐρώτ. ξεʹ. Τίνας υἱοὺς Θεοῦ κέκληκεν ὁ Μωσῆς, εἰπών· «Ἰδόντες δὲ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας;» Ἀπόκ. Ἐκ μὲν τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σήθ· τρίτος γὰρ ἦν ἀπὸ τοῦ Ἄβελ· ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον καὶ Θεόν. Ὅθεν οἱ ἐκ τούτου γεννηθέντες παῖδες υἱοὶ Θεοῦ ἐχρημάτι σαν, ὥσπερ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ προσηγορίας Χριστιανοὶ καλούμεθα. Καὶ γὰρ κεχώ ριστο τοῦ Σὴθ τὸ γένος, καὶ οὐκ ἐμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. Ὕστερον καὶ εὐειδεῖς θεασάμενοι τὰς θυ γατέρας τῆς τοῦ Κάϊν συγγενείας, καὶ καταθελχθέν τες, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας, καὶ διέφθει ραν τὴν οἰκείαν συγγένειαν. Ἐρώτ. ξςʹ. Τί ὃ λέγει· «Ἀναβλέψας Ἀβραὰμ, εἶδε· καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων αὐτοῦ ἐν φυτῷ Σαβέκ;» Ἀπόκ. Φυτὸν Σαβὲκ ὁ τίμιός ἐστι σταυρός· κατὰ δὲ Ἑβραίους δοκεῖ τὸ Σαβὲκ ἀφέσεως καὶ συγχωρή σεως. Ὁ δὲ ἐν τῷ Σαβὲκ τῷ φυτῷ κατεχόμενος κριὸς, ὅστις καὶ εἰς θυσίαν προσήχθη ἀντὶ Ἰσαὰκ, τὸν Χρι στὸν προετύπου, τὸν προσενεχθέντα ὑπὲρ ἡμῶν ἄμω μον ἱερεῖον, καὶ ἐν τῷ σταυρῷ θάνατον ὑποστάντα ἕνεκεν ἡμῶν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν,» φησὶν Ἡσαΐας, «καὶ περὶ ἡμῶν ὀδυνᾶ ται, καὶ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν.» Ὥσπερ ὁ κριὸς ἐκεῖνος οὖν προσήχθη ἀντὶ Ἰσαὰκ, οὕτω καὶ ὁ Χριστὸς προσήχθη ὑπὲρ ἡμῶν ἁπάν των. Ἐρώτ. ξζʹ. Τί λέγει ὁ Ἰσαὰκ, ὅτι «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλογήσαι Κύ ριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐ ρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη,» καὶ τὰ ἑξῆς. Ἀπόκ. Ἀγρός ἐστιν ὁ κόσμος· δρόσος δὲ οὐρανοῦ ἡ θεότης· πιότης δὲ τῆς γῆς ἡ ἀνθρωπότης. Ὥσπερ τοίνυν ἡ δρόσος μὲν ἀοράτως κάτεισι, κάτω δὲ συνισταμένη γίνεται δήλη· οὕτως ἀόρατος ὢν ὁ Θεὸς Λόγος, διὰ τῆς σαρκὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων μυστηρίων αἰνίγματα. ∆ουλεύουσι πάντα τὰ ἔθνη τῷ Χριστῷ. 28.741 Ἐρώτ. ξηʹ. Τί δηλοῖ, ὅτι ἔλαβεν ὁ Ἰακὼβ τρεῖς ῥάβδους, χλωρὰν στυρακίνην, καὶ καρυΐνην, καὶ πλα τανίαν, καὶ ἐλέπτυνεν αὐτάς; Ἀπόκ. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς εἰσιν αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, τὸ λογικὸν, καὶ τὸ ἐπιθυμητι κὸν, καὶ τὸ θυμητικόν· ἤτοι αἱ τρεῖς θεωρίαι, τῶν σωμάτων, τῶν ἀσωμάτων, καὶ τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυΐνης, ἡ θεω ρητικὴ δὲ διὰ τῆς στυρακίνης· διὰ δὲ τῆς πλατά νου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνί ξατο. Ἐρώτ. ξθʹ. Τίνος χάριν ὁ Ἰακὼβ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παραβεβληκυῖαν, καὶ εἶπε· «Παρ εμβολὴ
10