προστάγματα· καὶ ὑπομιμνήσκει πάλιν τὸν λαὸν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν αὐτῷ τήν τε ἀπ' Αἰγύπτου ἔξοδον, καὶ πάσας τὰς γε γενημένας αὐτοῖς εὐεργεσίας, καὶ τὰ σημεῖα, καὶ τὰ τέρατα· ἵνα μὴ ἐπιλάθωνται τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. Ὁρίζει δὲ ἐν αὐτῷ περί τε τῆς εὐλογίας τοῖς φυλάσσουσι τὸν νόμον, καὶ τῆς κατάρας τοῖς παρα βαίνουσιν· ἵνα ἡ μὲν εὐλογία λέγηται ἐν τῷ ὄρει τῷ Γαριζεὶν διὰ τούτων· διὰ Συμεὼν, Λευῒ, Ἰούδα, Ἰσαχὰρ, Ἰωσὴφ, καὶ Βενιαμίν· ἡ δὲ κατάρα ἐν τῷ ὄρει Γαιβὰλ ἀπὸ Ῥουβὶμ, Γὰδ, Ἀσὴρ, Ζαβουλὼν, ∆ὰν,καὶ Νεφθαλείμ. Πρὸς ὑπόμνησιν δὲ καὶ τὴν διὰ παν τὸς μελέτην, ἔγραψεν ἐκ προστάγματος Κυρίου τὴν μεγάλην Ὠδήν· ἵνα, ταύτην ἐκμαθόντες ἀεί τε με λετῶντες αὐτὴν, μὴ ἐπιλάθωνται τοῦ Θεοῦ. Εὐλογή σας τε ἑκάστην φυλὴν καὶ γράψας τὴν εὐλογίαν, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ, εἰς τὸ δέξασθαι αὐτὸν κατὰ πρόσταγμα Θεοῦ, ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, τουτέστιν Ἀβαῦ, καὶ ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος Κυρίου ἐτῶν ρκʹ, μὴ ἀμαυρωθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, ἢ τοῦ προσώπου αὐτοῦ φθαρέντος· καὶ οὐκ οἶδεν οὐ δεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Βιβλίον ςʹ, Ἰησοῦς ὁ τοῦ Ναυῆ. Τὰ δὲ ἐντεῦθεν βιβλία μέχρι τοῦ Ἔσδρα, οὐ πάντα ἐκείνων εἰσὶ συγγραφαὶ, ὧν καὶ τὰς ἐπιγρα φὰς φέρουσι, καὶ περὶ ὧν διαλαμβάνουσι. Λόγος δὲ φέρεται, παρὰ τῶν κατὰ τοὺς ἑκάστους καιροὺς προ φητῶν συγγεγράφθαι αὐτά. Περὶ γοῦν τῶν ἐπιγρα φῶν αὐτῶν τέως διαληπτέον. Τὸ παρὸν τοίνυν βιβλίον ἐπιγέγραπται Ἰησοῦς ὁ τοῦ Ναυῆ· ἐπειδὴ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, διαδεξάμενος Μωϋσῆν, ἐστρα τήγησε τοῦ λαοῦ, καὶ τὴν κατ' αὐτὸν ἱστορίαν καὶ τὰς πράξεις αὐτοῦ περιέχει. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς τοῦ Ἰορδάνου ποταμοῦ τὸ μὲν ἄνωθεν ἐκ τῆς πηγῆς ἔστη ῥεῦμα, τὸ δὲ φθάσαν ἐξεκενώθη, καὶ ξηρῷ τῷ ποδὶ διέβησαν αὐτόν· καὶ ὅτι ἐν Γαλγάλοις περι έτεμε τοὺς ἐν τῇ ἐρήμῳ γεννηθέντας πάντας ἐν πε τρίναις μαχαίραις, καὶ ἐκάλεσε τὸν τόπον Γαλγάλ· καὶ ὅτι, περάσαντος τοῦ λαοῦ, καὶ φαγόντος ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἐξέλιπε λοιπὸν τὸ μάννα· καὶ τῆς μὲν Ἱεριχοῦς αὐτόματα τὰ τείχη πέπτωκεν· ἡ δὲ Ῥαὰβ ἡ πόρνη ἐσώθη, φυλάξασα τοὺς κατασκόπους· καὶ ὅτι ὁ ἥλιος ἐν τῷ μεσουρανήματι ὢν, εὐξαμένου Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῆ, ἔστη κατὰ Γαβαὼν ἡμέ ρας ὁλοκλήρου διάστημα, ἕως τροπώσηται τοὺς ἐχ 28.312 θρούς. Καταπολεμήσας δὲ τοὺς Ἀμοῤῥαίους καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ μερίσας ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν γῆν πᾶσαν, ἦρξε μὲν τοῦ λαοῦ, ἔτη κʹ, ἐτελεύτησε δὲ ἐτῶν ριʹ. Οἱ δὲ διελόντες τὴν γῆν τῷ λαῷ ἦσαν Ἐλεαζὰρ ὁ ἱερεὺς, καὶ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ κατὰ φυλὴν εἷς· φυλῆς Ἰούδα Χαλέβ· τῆς Συ μεὼν Σαλαμιήλ· τῆς Βενιαμὶν Ἐλδάδ· τῆς ∆ὰν Βακ χείρ· τῆς Μανασσῆ Ἀνιήλ· τῆς Ἐφραῒμ Καμουήλ· τῆς Ζαβουλὼν Ἐλισάφαν· τῆς Ἰσάχαρ Φειτιήλ· τῆς Ἀσὴρ Ἀχιώρ· τῆς Νεφθαλεὶμ Φαθαήλ. Καὶ τοὺς μὲν βασιλεῖς τῆς γῆς, οὓς ἐπάταξαν Μωϋσῆς καὶ υἱοὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἀφ' ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄῤῥαβα ἀπὸ ἀνατολῶν, τούτους εἶναι λέγει· Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων· καὶ Ὢγ βασιλέα τῆς Βάσαν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, ὃς κατῴκει ἐν Ἀστα ρὼθ, καὶ ἐν Ἐδραεὶμ, ἄρχων ἀπὸ ὄρους Ἀερμὼν ἕως ὁρίων Γέργεσι καὶ τὸ ἥμισυ Γαλαάδ. Τούτων ἀναιρεθέντων, δέδωκε Μωϋσῆς τὴν γῆν αὐτῶν τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μα νασσῆ. Τοὺς δὲ βασιλεῖς πάλιν τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ υἱοὶ Ἰσραὴλ μετὰ τὸ περάσαι τὸν Ἰορδάνην παρὰ θάλασσαν ἐν τῷ πεδίῳ τοῦ Λιβάνου ἕως τοῦ ὄρους Χελκᾶ, ἀναβαινόντων εἰς Σκεὶρ, τούτους
10