δόξης τοῦ με γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.» Ἀμήν. Πρὸς τοὺς ἐκλαμβάνοντας εἰς ὕβριν τὸ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέ λημα τοῦ πέμψαντός με Πατρός. Εἰ αἰσχύνην φέρει τῷ Υἱῷ, τὸ πληροῦν τὸ θέλημα τοῦ Πατρὸς, αἰσχύνην φέρει καὶ τῷ Θεῷ, καὶ Πατρὶ, πληροῦν τὸ θέλημα τοῦ δικαίου· «Θέλημα» γὰρ, φησὶν ὁ ∆αβὶδ, «τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ Κύριος, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται.» Εἰ θνητῆς φύσεως θέλημα πληροῦν ὁ Θεὸς οὐκ αἰσχύνε ται, ὁ Υἱὸς διὰ τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς, καὶ κατάστασιν τὴν δουλικὴν, τὴν δι' ἡμᾶς γενομένην, λέγων· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν θέλημα,» τουτέστι τὸ τῆς σαρκὸς, ἐπειδὴ ἡ σὰρξ ἰδία αὐτοῦ, «ἀλλὰ τὸ τοῦ Πατρός·» τουτέστι τὸ θεϊκόν· μὴ οὖν εἰς εὐτέλειαν ἐκλαμβανέσθω, εἰ καὶ τὰ μάλιστα ἐκλύεται αὐτῶν ἡ ἐπίνοια· «Προσῆλθεν αὐτῷ λεπρὸς, γονυπετῶν καὶ λέγων· Κύριε, ἐὰν θέ λῃς, δύνασαί με καθαρίσαι·» μὴ ἀπεσείσατο αὐτὸν ὁ Σωτήρ; μὴ εἶπε, Τί βλασφημεῖς, ἐὰν ἐγὼ θέλω; ἐὰν θέλῃ ὁ Θεός· οὐχὶ δὲ ἐδέξατο τὸ ἀπηρτισμένον τῆς πίστεως; οὐχὶ, τῷ αὐτῷ λόγῳ ἀντιτρέψας αὐτῷ τὴν συλλαβὴν, τὴν σωτηρίαν ἤγαγεν αὐτῷ, λέγων· «Θέλω, καθαρίσθητι;» Θέλων καθαρίζει λεπρόν· θέλων ζωοποιεῖ νεκρόν· ἠθέλησε, καὶ ἤγειρε Λάζα ρον· καὶ αὐτοῦ ἐστι φωνή· «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» καὶ πάλιν· «Ὥσπερ ὁ Πατὴρ ζωοποιεῖ τοὺς νεκροὺς, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ·» καὶ τοῦτο ∆αβὶδ λέγει· «Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐ τοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.» Πρὸς τοὺς λέγοντας, ὅτι εἰπεῖν τὸν Σωτῆρα τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου· Τί θέλεις; ὡς ἀγνοοῦντός ἐστιν· Εὑρίσκομεν ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, λέγοντος τοῦ 28.60 Θεοῦ Σολομῶνι· «Αἴτησαι παρ' ἐμοῦ, καὶ ποιήσω σοι.» Ἆρ' οὖν πρὶν αἰτῆσαι, οὐκ ᾔδει ἃ εἶχε κατὰ ψυχήν; Ἀλλὰ βούλεται ἡμᾶς μετὰ τῆς γνώσεως τοῦ Θεοῦ φανεροῦν τὰ αἰτήματα, ὥς φησι Παῦλος· «Καὶ τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν·» ἀντὶ τοῦ, Γνωρίζετε αὐτῷ τί θέλετε, οὐχ ὡς ἀγνο οῦντι, ἀλλ' ὡς τὴν καλὴν πρόθεσιν ἀποδεχομένῳ. Πρὸς τοὺς λέγοντας ἐν ὑπηρέτου τάξει κεῖ σθαι τὸν Υἱὸν, διὰ τὸ προσφέρειν τῷ Πατρὶ τὴν ἀνθρωπότητα. Ἡ Γραφὴ δείκνυσι τὸν Πατέρα προσάγοντα τῷ Υἱῷ. Ἄκουε γὰρ τοῦ Υἱοῦ λέγοντος· «Οὐδεὶς δύναται πρὸς μὲ ἐλθεῖν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν. Πρὸς τοὺς δουλεύοντας λέξεσι, καὶ μὴ τοῖς νοήμασι τῶν θείων Γραφῶν, καὶ ποιοῦντας τὸν Πατέρα Θεὸν τοῦ Υἱοῦ. Ὁ Ἀπόστολος λέγει· «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης.» Ἐνταῦθα τὴν οἰκονομίαν διώρισε· καὶ δόξαν μὲν τὸν Μονογενῆ καλεῖ· Ἰησοῦν δὲ Χριστὸν τὸ κήρυγμα τῆς οἰκονομίας. Τῆς μὲν γὰρ οἰκονομίας Θεὸς, τῆς δὲ δόξης Πατήρ. Εἰ δὲ μὴ πείθει σε τὸ ῥῆμα, ἀλλὰ ἄλλην τινὰ νομίζεις δόξαν εἶναι, ἧς Πατὴρ ὁ Θεός· ἄλλην τινὰ ἐπινόησον φύσιν ἀνωτέραν τοῦ Υἱοῦ· ἵνα ἐκείνης μὲν Πατὴρ κληθῇ, τούτου δὲ Θεὸς ὀνομασθῇ ὁ Πατὴρ τῆς δόξης. ∆όξα γὰρ λέγεται ὁ Μονογενής· «Ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός·» ὥστε τὸ, «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,» ἀντὶ τοῦ, ὁ Θεὸς τῆς σαρκὸς τοῦ Χριστοῦ· ὁ Πατὴρ τῆς δόξης, ὁ Πατὴρ τῆς θεότητος. ∆όξαν γὰρ καὶ ὁ Ἡσαΐας τὸν Σωτῆρα καλεῖ, κατὰ τὸ τῆς θεότητος ἀξίωμα· εἰπὼν γὰρ τὰ ἐν τῇ ἐρήμῳ θαύματα, καὶ εὐαγγελισάμενος τὴν ἔρημον, φησίν· «Ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀνθείτω ὡς κρίνον· ὅτι ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.»
10