ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μει ζόνων ἢ καθ' ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα· τὸ δὲ νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μό νον τὰς καθ' ἡμῶν αὐτῶν πανουργίας Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν, ὅτι οἱ δαίμονες οὐ καθ' ὃ δαίμονες καλοῦνται, οὕτω γεγό νασιν· οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ καλοὶ μὲν γεγόνασι καὶ αὐτοὶ, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐ ρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλιν δούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντα σίαις, ἡμῖν δὲ τοῖς Χριστιανοῖς φθονοῦντες, πάντα κινοῦσι, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς ἀνόδου· ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς. ∆ι' ὃ καὶ πολλῆς εὐχῆς, καὶ ἀσκήσεώς ἐστι χρεία· ἵνα τις, λαβὼν διὰ τοῦ Πνεύματος χάρισμα διακρί σεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ' αὐτούς· καὶ τίνες μὲν αὐτῶν εἰσιν ἔλαττον φαῦλοι, τίνες δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖον ἐπιτήδευμα ἕκαστος αὐτῶν ἔχει τὴν σπουδὴν, καὶ πῶς ἕκαστος αὐτῶν ἀνατρέπεται καὶ ἐκβάλλεται. Πολλὰ γὰρ αὐ τῶν ἐστι τὰ πανουργεύματα, καὶ τὰ τῆς ἐπιβουλῆς κινήματα. Ὁ μὲν οὖν μακάριος Ἀπόστολος καὶ οἱ κατ' αὐτὸν ᾔδεισαν τὰ τοιαῦτα λέγοντες· Οὐ γὰρ αὐ τοῦ τὰ νοήματα ἀγνοοῦμεν· ἡμεῖς δὲ ἀφ' ὧν ἐπει ράθημεν παρ' αὐτῶν, ὀφείλομεν ἀλλήλους ὑπ' αὐτῶν διορθοῦσθαι. Ἐγὼ γοῦν, ἐκ μέρους πεῖραν αὐτῶν ἔχων, ὡς τέκνοις λέγω. Οὗτοι μὲν οὖν, ἐὰν ἴδωσι καὶ πάντας μὲν Χρι 26.877 στιανοὺς, μάλιστα δὲ μοναχοὺς, φιλοπονοῦντας καὶ προκόπτοντας, πρῶτον μὲν ἐπιχειροῦσι καὶ πειρά ζουσιν, ἐχόμενα τρίβου τιθέντες σκάνδαλα· σκάνδαλα δὲ αὐτῶν εἰσιν οἱ πονηροὶ λογισμοί. Οὐ δεῖ δὲ ἡμᾶς φοβεῖσθαι τὰς ὑποβολὰς αὐτῶν· εὐχαῖς γὰρ καὶ νηστείαις καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσιν εὐθὺς ἐκεῖνοι. Ἀλλὰ καὶ πεσόντες οὐ παύονται, αὖ θις δὲ πάλιν προσέρχονται πανούργως καὶ δολίως. Ἐπειδὰν γὰρ ἐκ φανεροῦ καὶ ῥυπαρᾶς ἡδονῆς μὴ δυνηθῶσιν ἀπατῆσαι τὴν καρδίαν, ἄλλως πάλιν ἐπιβαίνουσι· καὶ λοιπὸν φαντασίας ἀναπλάττοντες ἐκφοβεῖν προσποιοῦνται, μετασχηματιζόμενοι, καὶ μιμούμενοι γυναῖκας, θηρία, ἑρπετὰ, καὶ μεγέθη σωμάτων, καὶ πλῆθος στρατιωτῶν. Ἀλλ' οὐδὲ οὕτως δεῖ τὰς τούτων φαντασίας δειλιᾷν· οὐδὲν γάρ εἰσιν, ἀλλὰ καὶ ταχέως ἀφανίζονται· ἐὰν μάλιστα τῇ πίστει καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἑαυτόν τις περι φράττῃ. Τολμηροὶ δέ εἰσι καὶ λίαν ἀναιδεῖς. Ἐὰν γὰρ καὶ οὕτως ἡττηθῶσιν, ἄλλῳ τρόπῳ πάλιν ἐπι βαίνουσι. Καὶ προσποιοῦνται μαντεύεσθαι, καὶ προ λέγειν τὰ μεθ' ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυ τοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας, καὶ πλατεῖς τῷ μεγέθει· ἵνα οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπά σωσιν. Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει, καὶ τῇ ἐλπίδι τῆς διανοίας, λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν Καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιού τους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε, λέγων· Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς εἶδος ἑωσφόρου. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες και όμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄν θρακες· φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύε ται. Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμονίων ἄρχων, ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος, ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ 26.880 λέγων· Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν· ἥγηται δὲ θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσ σου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον ὡς περίπατον· διὰ δὲ τοῦ προφήτου· Εἶπεν ὁ
10