Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γραφῶν ἐστι τῇ ψυχῇ προσοδευόμενα θεάσασθαι. Ἔστι λύπη ἐπωφελὴς, καὶ ἔστι λύπη φθορο ποιός. Τῆς μὲν οὖν χρησίμης λύπης τὸ μέν ἐστι περὶ τῶν οἰκείων ἁμαρτιῶν στένειν· τὸ δὲ καὶ περὶ τῆς τῶν πλησίον ἀγνωσίας· τὸ δὲ πρὸς τὸ μὴ ἐκπεσεῖν τῆς προθέσεως· τὸ δὲ καὶ ἀφικνεῖσθαι τοῦ τέλους τῆς ἀγαθωσύνης. Ταῦτα μὲν οὖν τῆς γνησίας καὶ ἀγαθῆς λύπης τὰ εἴδη. Καὶ ἄλλη δέ τις λύπη, τοῦ ἐχθροῦ ὑποτιθεμένου, ἥτις ταύταις προσφύεσθαι οἶδεν. Ἐμ βάλλει γὰρ καὶ αὐτὸς λύπην ἀλογίας μεστήν· ἥπερ καὶ ἀκηδία πρός τινων ὠνόμασται. ∆εῖ οὖν τοῦτο τὸ πνεῦμα εὐχῇ μάλιστα ἀποσοβεῖν καὶ ψαλμῳδίᾳ. Τῶν οὖν ἀγαθῶν μεριμνῶν ἐχομένας ἡμᾶς, οὐ χρὴ οἴεσθαί τινα ἐν τῷ βίῳ ἀφρόντιδα εἶναι. Φησὶ γὰρ ἡ Γραφή· Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρ δία εἰς λύπην. Ἐν ἑνὶ λόγῳ τὸ ἅγιον Πνεῦμα συν έγραψε τόν τε μονήρη βίον καὶ τὸν κοσμικόν. ∆ιὰ μὲν γὰρ τοῦ πόνου τῆς κεφαλῆς, τὸν μονήρη αἰνίττε ται τρόπον· κεφαλὴ γὰρ τὸ ἡγεμονεῦον· Τοῦ γὰρ σοφοῦ, φησὶν, οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ. Τὸ οὖν διορατικὸν, ὡς οἶμαι, ἐν αὐτῇ τυγχάνει. Τὸν δὲ πόνον εἶπε, διότι πᾶσα ἀρετῆς βλάστη ἐκ πόνων κατορθοῦται. ∆ιὰ δὲ τῆς ἐν τῇ καρδίᾳ λύπης, τὸ ἄστα τον καὶ μοχθηρὸν ἐδήλωσεν ἦθος. Θυμοῦ γὰρ καὶ λύ πης οἰκητήριον, τὴν καρδίαν τινὲς ἔφασαν· μὴ δοξα ζόμενοι, λυποῦνται· τῶν ἀλλοτρίων ὀρεγόμενοι, τήκονται· πενόμενοι, δυσφοροῦσι· πλουτοῦντες, ἐκ μαίνονται, διὰ τὴν τῶν παρόντων φυλακὴν μηδὲ ὕπνου τυγχάνοντες. Μὴ οὖν ἡμεῖς ὑποσυρῶμεν τῷ φρονήματι, λέ γουσαι τοὺς ἐν τῷ κόσμῳ ἀμερίμνους τυγχάνειν. Τάχα γὰρ ὡς πρὸς σύγκρισιν μᾶλλον ἡμῶν κοπιῶσι. Ταῖς δὲ γυναιξὶν ὡς ἐπίπαν μεγάλη ἐν τῷ κόσμῳ ἡ ἀπ έχθεια· τίκτουσι γὰρ χαλεπῶς καὶ ἐπικινδύνως, καὶ τληπαθοῦσι πρὸς τὴν γαλακτοτροφίαν, καὶ νοσοῦσι τοῖς παιδίοις συννοσοῦσι· καὶ ταῦτα ὑπομένουσι, τέλος τοῦ κόπου μὴ ἔχουσαι. Ἢ γὰρ τὸ σῶμα πηροῦται τὰ κυηθέντα, ἢ κακοφροσύνῃ ἀναχθέντα δολοφονεῖ τοὺς γεννήσαντας. Ταῦτα οὖν εἰδυῖαι, μὴ δελεασθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, ὡς ἀνέτου καὶ ἀμερίμνου τυγχάνοντος τοῦ βίου. Γεννῶσαι μὲν γὰρ, διὰ τῶν πόνων φθείρον ται· μὴ τίκτουσαι δὲ, ὡς στεῖραι καὶ ἄγονοι ὑπὸ τῶν ὀνειδισμῶν τήκονται. Ταῦτα δὲ ὑμῖν λέγω πρὸς τὸ ἀσφαλίζεσθαι ἀπὸ ἐναντίου. Οὐ πᾶσι δὲ πέφυκεν ἁρμόδια τὰ λεγόμενα, ἀλλὰ μόνοις τοῖς τὸν μονήρη βίον ἐθέλουσιν. Ὥσπερ 28.1513 γὰρ τοῖς ζώοις οὐ μία τροφὴ, οὕτως οὐδὲ τοῖς ἀνθρώ ποις ὁ αὐτὸς λόγος συμφέρει· Οὐ δεῖ γὰρ οἶνον νέον βαλεῖν, φησὶν, εἰς ἀσκοὺς παλαιούς. Ἄλλως γὰρ ἑστιῶνται οἱ θεωρίας καὶ γνώσεως ἐμφορούμενοι, ἑτέ ρως δὲ οἱ ἀσκητικῆς καὶ πρακτικῆς ἀπογευόμενοι, καὶ πρὸς δύναμιν οἱ κατὰ τὸν κόσμον δικαιοπραγοῦντες. Ὥσπερ γὰρ τῶν ζώων τινὰ μὲν ἔστι χερσαῖα, τινὰ δὲ ἔνυδρα, τινὰ δὲ πτηνά· οὕτως καὶ οἱ ἄνθρωποι οἱ μὲν τὸν μέσον βίον κατέχουσιν, ὡς τὰ χερσαῖα· οἱ δὲ πρὸς τὰ ὕψη ἐνατενίζουσιν, ὡς τὰ πετεινά· οἱ δὲ τοῖς ὕδασι τῶν ἁμαρτιῶν εἰσι κεκαλυμμένοι, ὡς οἱ ἰχθύες· Ἦλθον γὰρ, φησὶν, εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Καὶ τοιαύτη μὲν ἡ τῶν ζώων φύσις· ἡμεῖς δὲ, ὡς ἀετοὶ πτεροφυήσασαι, ἐπὶ τὰ ὑψηλότερα ἐπιβῶμεν, καὶ καταπατήσωμεν λέοντα καὶ δράκοντα· καὶ τοῦ ποτε ἄρχοντος νῦν ἄρ ξωμεν. Τοῦτο δὲ ποιήσομεν, ἐὰν ὅλην ἑαυτῶν τὴν διάνοιαν τῷ Σωτῆρι προσενέγκωμεν. Ἀλλὰ ὅσον ἡμεῖς κορυφούμεθα πρὸς τὰ ὕψη, κἀκεῖνος ἐμποδίζειν πειρᾶται διὰ τῶν ἰδίων παγίδων. Καὶ τί μέγα ἔχειν ἡμᾶς ἀντιπάλους πρὸς τὸ ἀγαθὸν ὁρμώσας, ὅπου γε καὶ πρὸς τὰ εὐτελῆ φθονοῦσι; καὶ γοῦν τοὺς ὑπὸ τὴν γῆν τεθαμμένους θησαυροὺς οὐ συγχωροῦσι λαμβάνειν ἀνθρώπους. Εἰ οὖν καὶ πρὸς

10