1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

ἑαυτῷ λαὸν ἅγιον. 14.7a Λέγει οὖν ὁ προφήτης· «Ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδη μένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Γινώσκετε οὖν πόθεν ἐλυτρώθημεν. 14.8 Πάλιν ὁ προφήτης λέγει· «Ἰδού, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναι εἰς σωτη ρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει κύριος ὁ λυτρωσάμενός σε θεός.» 14.9 Καὶ πάλιν ὁ προφήτης λέγει· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι ταπεινοῖς χάριν, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέ σαι πάντας τοὺς πενθοῦντας.»

15.1 Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου, γέγραπται ἐν τοῖς δέκα λόγοις, ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον· «Καὶ ἁγιάσατε τὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. » 15.2 Καὶ ἐν ἑτέρῳ λέγει· «Ἐὰν φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον, τότε ἐπιθήσω τὸ ἔλεός μου ἐπ' αὐτούς. » 15.3 Τὸ «σάββατον» λέγει ἐν ἀρχῇ τῆς κτίσεως· «Καὶ ἐποίησεν ὁ θεὸς ἐν ἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ συνετέλεσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν. » 15.4a Προσέχετε, τέκνα, τί λέγει τὸ «συνετέλεσεν ἐν ἓξ ἡμέραις. » Τοῦτο λέγει, ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριος τὰ σύμπαντα· ἡ γὰρ ἡμέρα παρ' αὐτῷ σημαίνει χίλια ἔτη. Αὐτὸς δέ μοι μαρτυρεῖ λέγων· «Ἰδού, ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη. » Οὐκοῦν, τέκνα, «ἐν ἓξ ἡμέραις», ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν, συντελεσθήσεται τὰ σύμπαντα. 15.5a «Καὶ κατέ παυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. » Τοῦτο λέγει· ὅταν ἐλθὼν ὁ υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμου καὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τότε καλῶς καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 15.6a Πέρας γέ τοι λέγει· «Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ. » Εἰ οὖν ἣν ὁ θεὸς ἡμέραν ἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇ καρδίᾳ, ἐν πᾶσιν πεπλανήμεθα. 15.7a Εἰ δὲ οὐ νῦν, ἄρα τότε καλῶς κατα παυόμενος ἁγιάσει αὐτήν, ὅτε δυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντες τὴν ἐπαγγελίαν, μηκέτι οὔσης τῆς ἀνομίας, καινῶν δὲ γεγονότων πάντων ὑπὸ κυρίου- τότε δυνη σόμεθα αὐτὴν ἁγιάσαι, αὐτοὶ ἁγιασθέντες πρῶτον. 15.8a Πέρας γέ τοι λέγει αὐτοῖς· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι.» Ὁρᾶτε πῶς λέγει· «Οὐ τὰ νῦν σάββατα ἐμοὶ δεκτά, ἀλλὰ ὃ πεποίηκα, ἐν ᾧ κατα παύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόης ποιήσω, ὅ ἐστιν ἄλλου κόσμου ἀρχήν. » 15.9 ∆ιὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην, ἐν ᾗ καὶ ὁ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανούς.

16.1 Ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ, ἐρῶ ὑμῖν πῶς πλανώ μενοι οἱ ταλαίπωροι εἰς τὴν οἰκοδομὴν ἤλπισαν, καὶ οὐκ ἐπὶ τὸν θεὸν αὐτῶν τὸν ποιήσαντα αὐτούς, ὡς ὄντα οἶκον θεοῦ. 16.2a Σχεδὸν γὰρ ὡς τὰ ἔθνη ἀφιέρωσαν αὐτὸν ἐν τῷ ναῷ. Ἀλλὰ πῶς λέγει κύριος καταργῶν αὐτόν; μάθετε· «Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ ἢ τίς τὴν γῆν δρακί; οὐκ ἐγώ, λέγει κύριος; Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;» Ἐγνώκατε, ὅτι ματαία ἡ ἐλπὶς αὐτῶν. 16.3 Πέρας γέ τοι πάλιν λέγει· «Ἰδού, οἱ καθελόντες τὸν ναὸν τοῦτον αὐτοὶ αὐτὸν οἰκοδομήσουσιν. » 16.4a Γίνεται -διὰ γὰρ τὸ πολεμεῖν αὐτοὺς καθῃρέθη ὑπὸ τῶν ἐχθρῶν· νῦν καὶ αὐτοὶ οἱ τῶν ἐχθρῶν ὑπηρέται ἀνοικοδομήσουσιν αὐτόν. 16.5a Πάλιν ὡς ἔμελλεν ἡ πόλις καὶ ὁ ναὸς καὶ ὁ λαὸς Ἰσραὴλ παραδίδοσθαι, ἐφανερώθη. Λέγει γὰρ ἡ γραφή· «Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ παραδώσει κύριος τὰ πρόβατα τῆς νομῆς καὶ τὴν μάνδραν καὶ τὸν πύργον αὐτῶν εἰς καταφθοράν. » Καὶ ἐγένετο καθ' ἃ ἐλάλησεν κύριος. 16.6a