3.52.1 Τοῦτο τὸ σαρκίον "ἀντίδικον" ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος "νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου"· καὶ "δῆσαι" παραινεῖ καὶ "ἁρπάσαι ὡς ἰσχυροῦ τὰ σκεύη", τοῦ ἀντιπολεμοῦντος τῇ οὐρανίῳ ψυχῇ, ὁ Σωτήρ· καὶ "ἀπηλλάχθαι αὐτοῦ" παραινεῖ "κατὰ τὴν ὁδόν, μὴ τῇ φυλακῇ περιπέσωμεν καὶ τῇ 3.52.2 κολάσει"· ὁμοίως δὲ καὶ "εὐνοεῖν" αὐτῷ, μὴ τρέφοντας καὶ ῥωννύντας τῇ τῶν ἁμαρτημάτων ἐξουσίᾳ, ἀλλ' ἐντεῦθεν νεκροῦντας ἤδη καὶ ἐξίτηλον ἀποφαίνοντας ἀποχῇ τῆς πονηρίας, ἵνα ἐν τῇ διαλύσει ταύτῃ διαφο ρηθὲν καὶ διαπνεῦσαν λάθῃ, ἀλλὰ μὴ καθ' αὑτό τινος ὑποστάσεως λαβόμενον, τὴν ἰσχὺν ἔχῃ παράμονον ἐν τῇ 3.53.1 διὰ πυρὸς διεξόδῳ. Τοῦτο "ζιζάνιον" ὀνομάζεται συμ φυὲς τῇ ψυχῇ, τῷ χρηστῷ σπέρματι· τοῦτο καὶ "σπέρμα τοῦ ∆ιαβόλου", ὡς ὁμοούσιον ἐκείνῳ, καὶ "ὄφις" καὶ "διαπτερνιστὴς" καὶ "λῃστὴς" ἐπιτιθέμε νος κεφαλῇ βασιλέως. 3.53.2 Ἔσχεν δὲ ὁ Ἀδὰμ ἀδήλως αὐτῷ ὑπὸ τῆς Σοφίας ἐνσπαρὲν τὸ σπέρμα τὸ πνευματικὸν εἰς τὴν ψυχήν, "διαταγείς", φησί, "δι' Ἀγγέλων, ἐν χειρὶ Μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν". 3.53.3 "∆ι' Ἀγγέλων" οὖν τῶν ἀρρένων τὰ σπέρματα ὑπηρετεῖται, τὰ εἰς γένεσιν προβληθέντα ὑπὸ τῆς 3.53.4 Σοφίας, καθὸ ἐγχωρεῖ γίνεσθαι. Ἅτε γὰρ ∆ημιουργός, ἀδήλως κινούμενος ὑπὸ τῆς Σοφίας, οἴεται αὐτοκίνητος 3.53.5 εἶναι, ὁμοίως καὶ οἱ ἄνθρωποι. Πρῶτον οὖν σπέρμα πνευματικὸν τὸ ἐν τῷ Ἀδὰμ προέβαλεν ἡ Σοφία, ἵνα ᾖ τὸ ὀστοῦν, ἡ λογικὴ καὶ οὐρανία ψυχή, μὴ κενή. ἀλλὰ μυελοῦ γέμουσα πνευματικοῦ.
3.54.1 Ἀπὸ δὲ τοῦ Ἀδὰμ τρεῖς φύσεις γεννῶνται· πρώτη μὲν ἡ ἄλογος, ἧς ἦν Κάιν· δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη δὲ ἡ πνευματική, ἧς 3.54.2 ἦν Σήθ. Καὶ ὁ μὲν χοϊκός ἐστι "κατ' εἰκόνα"· ὁ δὲ ψυχικὸς "καθ' ὁμοίωσιν" Θεοῦ· ὁ δὲ πνευμα τικὸς κατ' ἰδίαν· ἐφ' οἷς τρισίν, ἄνευ τῶν ἄλλων παίδων τοῦ Ἀδάμ, εἴρηται· "Αὕτη ἡ βίβλος γενέσεως 3.54.3 ἀνθρώπων". Ὅτι δὲ πνευματικὸς ὁ Σήθ, οὔτε ποιμαίνει, οὔτε γεωργεῖ, ἀλλὰ παῖδα καρποφορεῖ, ὡς τὰ πνευματικά. Καὶ τοῦτον, ὃς "ἤλπισεν ἐπικα λεῖσθαι τὸ Ὄνομα Κυρίου", "ἄνω" βλέποντα, οὗ "τὸ πολίτευμα ἐν οὐρανῷ", τοῦτον ὁ κόσμος οὐ χωρεῖ.
3.55.1 Τοῖς τρισὶν ἀσωμάτοις ἐπὶ τοῦ Ἀδὰμ τέταρτον ἐπενδύεται ὁ χοϊκός, τοὺς "δερματίνους χιτῶνας". 3.55.2 Οὔτ' οὖν ἀπὸ τοῦ Πνεύματος, οὔτ' οὖν ἀπὸ τοῦ ἐμφυσήματος, σπείρει ὁ Ἀδάμ· θεῖα γὰρ ἄμφω, καὶ δι' αὐτοῦ μέν, οὐχ ὑπ' αὐτοῦ δέ, προβάλλεται ἄμφω. 3.55.3 Τὸ δὲ ὑλικὸν αὐτοῦ ἐνεργὸν εἰς σπέρμα καὶ γένεσιν, ὡς ἂν τῷ σπέρματι συγκεκραμένον, καὶ ταύτης ἐν 3.56.1 ζωῇ τῆς ἁρμονίας ἀποστῆναι μὴ δυνάμενον. Κατὰ τοῦτο, πατὴρ ἡμῶν ὁ Ἀδάμ, "ὁ πρῶτος δ' ἄνθρωπος 3.56.2 ἐκ γῆς χοϊκός". Εἰ δὲ καὶ ἐκ ψυχικοῦ ἔσπειρεν καὶ ἐκ πνευματικοῦ, καθάπερ ἐξ ὑλικοῦ, πάντες ἂν ἴσοι καὶ δίκαιοι ἐγεγόνεισαν, καὶ ἐν πᾶσιν ἂν ἡ διδαχὴ ἦν. ∆ιὰ τοῦτο πολλοὶ μὲν οἱ ὑλικοί, οὐ πολλοὶ δὲ οἱ ψυχικοί· σπάνιοι δὲ οἱ πνευματικοί.
3.56.3 Τὸ μὲν οὖν πνευματικὸν φύσει σῳζόμενον· τὸ δὲ ψυχικόν, αὐτεξούσιον ὄν, ἐπιτηδειότητα ἔχει πρός τε πίστιν καὶ ἀφθαρσίαν, καὶ πρὸς ἀπιστίαν καὶ φθοράν, κατὰ τὴν οἰκείαν αἵρεσιν· τὸ δὲ ὑλικὸν φύσει ἀπόλλυται. 3.56.4 Ὅταν οὖν τὰ ψυχικὰ "ἐγκεντρισθῇ τῇ καλλιελαίῳ" εἰς πίστιν καὶ ἀφθαρσίαν, καὶ μετάσχῃ "τῆς πιότητος τῆς ἐλαίας", καὶ ὅταν "εἰσέλθῃ τὰ ἔθνη", τότε 3.56.5 "οὕτω πᾶς Ἰσραὴλ σωθήσεται". Ἰσραὴλ δὲ ἀλληγορεῖται ὁ πνευματικός, ὁ ὀψόμενος τὸν Θεόν, ὁ τοῦ πιστοῦ Ἀβραὰμ υἱὸς γνήσιος ὁ "ἐκ τῆς ἐλευθέ ρας", οὐχ ὁ "κατὰ σάρκα", ὁ ἐκ τῆς δούλης τῆς Αἰγυπτίας. 3.57.1 Γίνεται οὖν, ἐκ τῶν γενῶν τῶν τριῶν, τοῦ μὲν μόρφωσις τοῦ πνευματικοῦ, τοῦ δὲ μετάθεσις τοῦ ψυχικοῦ ἐκ δουλείας εἰς ἐλευθερίαν. Μετὰ τὴν τοῦ θανάτου τοίνυν βασιλείαν, μεγάλην μὲν καὶ εὐπρόσωπον τὴν ἐπαγγελίαν πεποιημένην, οὐδὲν δὲ ἧττον διακονίαν θανάτου γεγενημένην, πάσης ἀπειπούσης Ἀρχῆς καὶ Θεότητος, ὁ μέγας Ἀγωνιστής, Ἰησοῦς Χριστός, ἐν ἑαυτῷ δυνάμει τὴν Ἐκκλησίαν ἀναλαβών, τὸ ἐκλεκτὸν καὶ τὸ κλητόν, τὸ μὲν παρὰ τῆς τεκούσης τὸ