ἀφίξεως τὴν πρόληψιν· οὐ γάρ ἐστι ταὐτὸν αἰὼν καὶ χρόνος οὐδὲ μὴν ὁρμὴ καὶ τέλος, οὐκ ἔστιν· περὶ ἓν 1.6.28.5 δὲ ἄμφω καὶ περὶ ἄμφω ὁ εἷς καταγίνεται. Ἔστι γοῦν, ὡς εἰπεῖν, ὁρμὴ μὲν ἡ πίστις ἐν χρόνῳ γεννωμένη, τέλος δὲ τὸ τυχεῖν τῆς ἐπαγγελίας εἰς αἰῶνας βεβαιούμενον. Αὐτὸς δὲ ὁ κύριος σαφέστατα τῆς σωτηρίας τὴν ἰσότητα ἀπεκάλυψεν εἰπών· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων ἐπ' αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, 1.6.29.1 καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καθ' ὅσον μὲν οὖν δυνατὸν ἐν τῷδε τῷ κόσμῳ, ὃν ἐσχάτην ἡμέραν ᾐνίξατο εἰς τότε τηρούμενον ὅτε παύσεται, τελείους ἡμᾶς γενέσθαι πιστεύομεν. Πίστις γὰρ μαθήσεως τελειότης· διὰ τοῦτό φησιν 1.6.29.2 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον. Εἰ τοίνυν οἱ πιστεύσαντες ἔχομεν τὴν ζωήν, τί περαιτέρω τοῦ κεκτῆσθαι ζωὴν ἀίδιον ὑπολείπεται; οὐδὲν δὲ ἐνδεῖ τῇ πίστει τελείᾳ οὔσῃ ἐξ ἑαυτῆς καὶ πεπληρωμένῃ. Εἰ δὲ ἐνδεῖ τι αὐτῇ, οὐκ ἔστιν ὁλοτελὴς οὐδὲ πίστις ἐστί, σκάζουσα περί τι, οὐδὲ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἄλλα μένει τοὺς πεπιστευκότας, 1.6.29.3 ἀδιακρίτως ἐνταῦθα ἠρραβωνισμένους, ἐκεῖνο δὲ τῷ πιστεῦσαι ἤδη προειληφότες ἐσόμενον, μετὰ τὴν ἀνάστασιν ἀπολαμβάνομεν γενόμενον, ὅπως ἂν ἐκεῖνο πληρωθῇ τὸ λεχθὲν γενηθήτω κατὰ τὴν πίστιν σου. Οὗ δὲ ἡ πίστις, ἐνταῦθα ἡ ἐπαγγελία, τελείωσις δὲ ἐπαγγελίας ἡ ἀνάπαυσις. Ὥστε ἡ μὲν γνῶσις ἐν τῷ φωτίσματι, τὸ δὲ πέρας τῆς γνώσεως ἡ ἀνά1.6.29.4 παυσις, ὃ δὴ ἔσχατον νοεῖται ὀρεκτόν. Καθάπερ οὖν τῇ πείρᾳ ἡ ἀπειρία καταλύεται καὶ τῷ πόρῳ ἡ ἀπορία, οὕτως ἀνάγκη τῷ φωτισμῷ ἐξαφανίζεσθαι τὸ σκότος· ἡ ἄγνοια δὲ τὸ σκότος, καθ' ἣν περιπίπτομεν τοῖς ἁμαρτήμασιν, ἀμβλυωποῦντες περὶ τὴν ἀλήθειαν. Φωτισμὸς ἄρα ἡ γνῶσίς ἐστιν, ὁ ἐξαφανίζων 1.6.29.5 τὴν ἄγνοιαν καὶ τὸ διορατικὸν ἐντιθείς. Ἀλλὰ καὶ ἡ τῶν χειρόνων ἀποβολὴ τῶν κρειττόνων ἐστὶν ἀποκάλυψις. Ἃ γὰρ ἡ ἄγνοια συνέδησεν κακῶς, ταῦτα διὰ τῆς ἐπιγνώσεως ἀναλύεται καλῶς. Τὰ δὲ δεσμὰ ταῦτα, ᾗ τάχος, ἀνίεται πίστει μὲν ἀνθρωπίνῃ, θεϊκῇ δὲ τῇ χάριτι, ἀφιεμένων τῶν πλημμελημάτων ἑνὶ 1.6.30.1 παιωνίῳ φαρμάκῳ, λογικῷ βαπτίσματι. Πάντα μὲν οὖν ἀπολουόμεθα τὰ ἁμαρτήματα, οὐκέτι δέ ἐσμεν παρὰ πόδας κακοί. Μία χάρις αὕτη τοῦ φωτίσματος τὸ μὴ τὸν αὐτὸν εἶναι τῷ πρὶν ἢ λούσασθαι τὸν τρόπον. Ὅτι δὲ ἡ γνῶσις συνανατέλλει τῷ φωτίσματι περιαστράπτουσα τὸν νοῦν, καὶ εὐθέως ἀκούομεν μαθηταὶ οἱ ἀμαθεῖς, πρότερόν ποτε τῆς μαθήσεως ἐκείνης 1.6.30.2 προσγενομένης· οὐ γὰρ ἂν ἔχοις εἰπεῖν τὸν χρόνον. Ἡ μὲν γὰρ κατήχησις εἰς πίστιν περιάγει, πίστις δὲ ἅμα βαπτίσματι ἁγίῳ παιδεύεται πνεύματι· ἐπεί, ὅτι γε μία καθολικὴ τῆς ἀνθρωπότητος σωτηρία ἡ πίστις, ἰσότης δὲ καὶ κοινωνία τοῦ δικαίου καὶ φιλανθρώπου θεοῦ ἡ αὐτὴ πρὸς πάντας, ὁ ἀπόστο1.6.30.3 λος σαφέστατα ἐξηγήσατο ὧδέ πως εἰπών· Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι· ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 1.6.31.1 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Οὐκ ἀκούετε ὅτι ὑπ' ἐκεῖνον τὸν νόμον οὐκέτι ἐσμέν, ὃς ἦν μετὰ φόβου, ὑπὸ δὲ τὸν λόγον τῆς προαιρέσεως τὸν παιδαγωγόν; Εἶτα μέντοι ἐπήγαγεν τὴν ἁπάσης ἐκτὸς προσωποληψίας φωνήν· πάντες γὰρ υἱοί ἐστε διὰ πίστεως θεοῦ ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὔτε Ἕλλην, οὐκ ἔνι δοῦλος οὔτε ἐλεύθερος,οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ 1.6.31.2 Ἰησοῦ. Οὐκ ἄρα οἳ μὲν γνωστικοί, οἳ δὲ ψυχικοὶ ἐν αὐτῷ τῷ λόγῳ, ἀλλ' οἱ πάντες ἀποθέμενοι τὰς σαρκικὰς ἐπιθυμίας ἴσοι καὶ πνευματικοὶ παρὰ τῷ κυρίῳ. Καὶ ἀλλαχόθι πάλιν γράφει· καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύ1.6.32.1 θεροι· καὶ