Protrepticus

 δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέσ

 ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν 1.5.4 κύριον. Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ ε

 καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων 1.7.6 συνέθαψεν αὐτούς, ἔ

 Ἀκουσάτω ἡ οὐ τίκτουσα· ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς

 δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια· ∆ηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδου

 βουκόλος, τὸ κέντρον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι. 2.17.1 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσω

 συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.20.3 τοῦτο Ἀθήνησι γένος ἤνθησεν. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν

 θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον 2.24.2 νόσου. Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον

 ἀνέπλασάν τινας σωτῆρας ∆ιοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν. 2.27.1 Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθε

 Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. 2.29.5 Ἥφαιστος

 τε θεῶν τε· τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ

 μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν 2.34.5 ἐκτελῶν τῷ νεκρῷ. Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίσταντα

 παιδεύεται σωφρονεῖν. Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. Ζητεῖς σου τὸν ∆ία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆ

 2.39.8 ἐκείνων ἐπεφήμισαν. Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ

 ὁλοκαυτεῖν 3.42.7 ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς ∆ημάρατος ἐν πρώτῃ Τραγῳ

 Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ

 Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσ

 μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ· τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν. Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος· ἐλεύθερον μεινάτω· τότε σου γνωρίσω τὸ κάλ

 λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμ

 καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. Τί με δεῖ καταλέγειν Ἀλέξαρχον (γραμματικὸς ο

 4.56.4 ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπο

 αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖα

 ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ 4.62.3 γῇ κάτω. Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους ∆ήμητρα καὶ Κόρην κα

 σέβοντες πεπόνθασιν· τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν. 5.65.1 Περσῶν δὲ οἱ Μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸ

 ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα

 βουλῇ· ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. 6.71.1 Καί

 παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζ

 ἀδικίας κενώσετε. 8.77.1 Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν

 ἐμαυτοῦ ὀμνύω. Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχό

 Πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; Ἀλλ' ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε ἐν τοῖς τοῦ πατρὸς γενήσεται, τότε κληρ

 τῶν Ἑβραίων πλανῆται· οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε

 10.89.1 Ἀλλ' ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. Καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισ

 τὴν μετάνοιαν ἀπαιτεῖ. Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰ

 κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικα

 10.98.3 σατο; Τίς ἀθανασίαν ὑπέσχηται; Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀ

 ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο· πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Π

 φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτ

 τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· 10.107.3 δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ πρ

 αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν

 ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης. 11.114.1 Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας· τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγό

 ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν· Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς ε

 προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον· τότε μου κ

 12.121.1 Σπεύσωμεν, δράμωμεν, ὦ θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου [ἄνθρωποι] ἀγάλματα· σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ἐπιβάλωμεν ἀφθαρσίᾳ,

ἀνέπλασάν τινας σωτῆρας ∆ιοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν. 2.27.1 Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθείας, καθέλκουσαι οὐρανόθεν τὸν ἄνθρωπον καὶ εἰς βάραθρον περιτρέπουσαι. Ἐθέλω δὲ ὑμῖν ἐν χρῷ τοὺς θεοὺς αὐτοὺς ἐπιδεῖξαι ὁποῖοί τινες καὶ εἴ τινες, ἵν' ἤδη ποτὲ τῆς πλάνης λήξητε, αὖθις δὲ παλινδρομήσητε εἰς 2.27.2 οὐρανόν. "Ἦμεν γάρ που καὶ ἡμεῖς τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, ὄντας ἤδη νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ." "Ζῶν γὰρ ὁ λόγος" καὶ συνταφεὶς Χριστῷ συνυψοῦται θεῷ. Οἱ δὲ ἔτι ἄπιστοι "τέκνα ὀργῆς" ὀνομάζονται, τρεφόμενα ὀργῇ· ἡμεῖς δὲ οὐκ ὀργῆς θρέμματα ἔτι, οἱ τῆς πλάνης ἀπεσπασ 2.27.3 μένοι, ᾄσσοντες δὲ ἐπὶ τὴν ἀλήθειαν. Ταύτῃ τοι ἡμεῖς οἱ τῆς ἀνομίας υἱοί ποτε διὰ τὴν φιλανθρωπίαν τοῦ λόγου νῦν υἱοὶ γεγόναμεν τοῦ θεοῦ· ὑμῖν δὲ καὶ ὁ ὑμέτερος ὑποδύεται ποιητὴς ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς· τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν οὔ ποτε δειλαίων ἀχέων λωφήσετε θυμόν. 2.27.4 Τὰ μὲν δὴ πλεῖστα μεμύθευται καὶ πέπλασται περὶ θεῶν ὑμῖν· τὰ δὲ καὶ ὅσα γεγενῆσθαι ὑπείληπται, ταῦτα δὲ περὶ ἀνθρώπων αἰσχρῶν καὶ ἀσελγῶς βεβιωκότων ἀναγέγραπται· τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθὴν εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι' ἀκανθῶν καὶ σκολόπων. Τί πλανᾶσθε, βροτοί; παύσασθε, μάταιοι, καλλίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. 2.27.5 Ταῦτα ἡμῖν ἡ προφητικὴ παρεγγυᾷ καὶ ποιητικὴ Σίβυλλα· παρεγγυᾷ δὲ καὶ ἡ ἀλήθεια, γυμνοῦσα τῶν καταπληκτικῶν τουτωνὶ καὶ ἐκπληκτικῶν προσωπείων τὸν ὄχλον τῶν θεῶν, συνωνυμίαις τισὶ τὰς δοξοποιίας διελέγχουσα. 2.28.1 Αὐτίκα γοῦν εἰσὶν οἳ τρεῖς τοὺς Ζῆνας ἀναγράφουσιν, τὸν μὲν Αἰθέρος ἐν Ἀρκαδίᾳ, τὼ δὲ λοιπὼ τοῦ Κρόνου παῖδε, τούτοιν τὸν μὲν ἐν Κρήτῃ, θάτερον δὲ ἐν Ἀρκαδίᾳ 2.28.2 πάλιν. Εἰσὶ δὲ οἳ πέντε Ἀθηνᾶς ὑποτίθενται, τὴν μὲν Ἡφαίστου, τὴν Ἀθηναίαν· τὴν δὲ Νείλου, τὴν Αἰγυπτίαν· τρίτην τοῦ Κρόνου, τὴν πολέμου εὑρέτιν· τετάρτην τὴν ∆ιός, ἣν Μεσσήνιοι Κορυφασίαν ἀπὸ τῆς μητρὸς ἐπικεκλή κασιν· ἐπὶ πᾶσι τὴν Πάλλαντος καὶ Τιτανίδος τῆς Ὠκεανοῦ, ἣ τὸν πατέρα δυσσεβῶς καταθύσασα τῷ πατρῴῳ κεκόσμηται 2.28.3 δέρματι ὥσπερ κῳδίῳ. Ναὶ μὴν Ἀπόλλωνα ὁ μὲν Ἀριστοτέλης πρῶτον Ἡφαίστου καὶ Ἀθηνᾶς (ἐνταῦθα δὴ οὐκέτι παρθένος ἡ Ἀθηνᾶ), δεύτερον ἐν Κρήτῃ τὸν Κύρβαντος, τρίτον τὸν ∆ιὸς καὶ τέταρτον τὸν Ἀρκάδα τὸν Σιληνοῦ· Νόμιος οὗτος κέκληται παρὰ Ἀρκάσιν· ἐπὶ τούτοις τὸν Λίβυν καταλέγει τὸν Ἄμμωνος· ὁ δὲ ∆ίδυμος ὁ γραμμα 2.28.4 τικὸς τούτοις ἕκτον ἐπιφέρει τὸν Μάγνητος. Πόσοι δὲ καὶ νῦν Ἀπόλλωνες, ἀναρίθμητοι θνητοὶ καὶ ἐπίκηροί τινες ἄνθρωποι, εἰσίν, οἱ παραπλησίως τοῖς προειρημένοις ἐκείνοις κεκλημένοι; 2.29.1 Τί δ' εἴ σοι τοὺς πολλοὺς εἴποιμι Ἀσκληπιοὺς ἢ τοὺς Ἑρμᾶς τοὺς ἀριθμουμένους ἢ τοὺς Ἡφαίστους τοὺς μυθολογουμένους; Μὴ καὶ περιττὸς εἶναι δόξω τὰς ἀκοὰς ὑμῶν τοῖς πολλοῖς τούτοις ἐπικλύζων ὀνόμασιν; Ἀλλ' αἵ γε πατρίδες αὐτοὺς καὶ αἱ τέχναι καὶ οἱ βίοι, πρὸς δέ γε 2.29.2 καὶ οἱ τάφοι ἀνθρώπους γεγονότας διελέγχουσιν. Ἄρης γοῦν ὁ καὶ παρὰ τοῖς ποιηταῖς, ὡς οἷόν τε, τετιμημένος, Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα, ὁ "ἀλλοπρόσαλλος" οὗτος καὶ "ἀνάρσιος", ὡς μὲν Ἐπί χαρμός φησι, Σπαρτιάτης ἦν· Σοφοκλῆς δὲ Θρᾷκα οἶδεν 2.29.3 αὐτόν· ἄλλοι δὲ Ἀρκάδα. Τοῦτον δὲ Ὅμηρος δεδέσθαι φησὶν ἐπὶ μῆνας τρισκαίδεκα· τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ' Ἐπιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατηρῷ ἐνὶ δεσμῷ· χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. 2.29.4 Πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ τοὺς κύνας. Σκύθαι δὲ τοὺς ὄνους ἱερεύοντες μὴ παυέσθων, ὡς