24.1 ∆ύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε
Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ' ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ' αὐτῶν καὶ ἀνατρεπόμενον; ἄφες, ῥῖψον. 24.2 μίσησον, ἀπόταξαι, φύγε· "κἂν ὁ δέξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε, ταχέως ἔκκοψον αὐτόν·" αἱρετώτερον ἑτεροφθάλμῳ βασιλεία θεοῦ ἢ ὁλοκλήρῳ τὸ πῦρ· κἂν χεὶρ κἂν ποὺς κἂν ἡ ψυχή, μίσησον αὐτήν. ἂν γὰρ ἐνταῦθα ἀπόληται ὑπὲρ Χριστοῦ, ἐκεῖ σωθήσεται.
25.1 Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον. "νῦν δὲ ἐν τῷ
καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς 25.2 ἔχειν μετὰ διωγμῶν εἰς ποῦ;" οὔτε γὰρ ἀχρημάτους οὔτε ἀνεστίους οὔτε ἀναδέλφους ἐπὶ τὴν ζωὴν καλεῖ, ἐπεὶ καὶ πλουσίους κέκληκεν, ἀλλ' ὃν τρόπον προειρήκαμεν, καὶ ἀδελφοὺς κατὰ ταὐτὸν ὥσπερ Πέτρον μετὰ Ἀνδρέου καὶ Ἰάκωβον μετὰ Ἰωάννου, τοὺς Ζεβεδαίο25.3 παῖδας, ἀλλ' ὁμονοοῦντας ἀλλήλοις τε καὶ Χριστῷ. τὸ δὲ "μετὰ διωγμῶν" ταῦτα ἕκαστα ἔχειν ἀποδοκιμάζει· διωγμὸς δὲ ὃ μέν τις ἔξωθεν περιγίνεται τῶν ἀνθρώπων ἢ δι' ἔχθραν ἢ διὰ φθόνον ἢ διὰ φιλοκέρδειαν ἢ κατ' ἐνέργειαν διαβολικὴν τοὺς πιστοὺς ἐλαυνόντων· 25.4 ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτικῶν ὀνειροπολημάτων, ὅταν, ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προσκειμένοις αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν 25.5 καὶ θεοῦ καταφρόνησιν. οὗτος ὁ διωγμὸς βαρύτερος καὶ χαλεπώ τερος, ἔνδοθεν ὁρμώμενος, ἀεὶ συνών, ὃν οὐδὲ ἐκφυγεῖν ὁ διωκόμενος 25.6 δύναται· τὸν γὰρ ἐχθρὸν ἐν ἑαυτῷ περιάγει πανταχοῦ. οὕτω καὶ πύρωσις ἡ μὲν ἔξωθεν προσπίπτουσα δοκιμασίαν κατεργάζεται, ἡ δὲ ἔνδοθεν θάνατον διαπράσσεται. καὶ πόλεμος ὁ μὲν ἐπακτὸς ῥᾳδίως 25.7 καταλύεται, ὁ δὲ ἐν τῇ ψυχῇ μέχρι θανάτου παραμετρεῖται. μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ' ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, 25.8 τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς. "τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια·" καὶ ἐν μὲν τῷ παρόντι χρόνῳ ὠκύμορα καὶ ἀβέβαια, "ἐν δὲ τῷ ἐρχομένῳ ζωήν ἐστιν αἰώνιος."
26.1 "Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι." τοῦτο πολύχουν
μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτησιν ἀπαιτεῖ· οὐ γὰρ μόνον ῥέπει πρὸς τοὺς πολυκτήμονας, ἀλλ' ἁπλῶς πρὸς ἅπαντας ἀνθρώπους τοὺς πίστει καθάπαξ ἑαυτοὺς ἐπιδιδόντας. ὥστε τοῦτο μὲν ἀνακείσθω 26.2 τὰ νῦν. τὸ δέ γε προκείμενον ἡμῖν οἶμαι μηδέν τι ἐνδεέστερον τῆς ἐπαγγελίας δεδεῖχθαι, ὅτι τοὺς πλουσίους οὐδένα τρόπον ὁ σωτὴρ κατ' αὐτόν γε τὸν πλοῦτον καὶ τὴν περιβολὴν τῆς κτήσεως ἀπο κέκλεικεν οὐδ' αὐτοῖς ἀποτετάφρευκεν τὴν σωτηρίαν, εἴ γε δύναιντο καὶ βούλοιντο ὑποκύπτειν τοῦ θεοῦ ταῖς ἐντολαῖς καὶ τῶν προσ καίρων προτιμῷεν τὴν ἑαυτῶν ζωὴν καὶ βλέποιεν πρὸς τὸν κύριον ἀτενεῖ τῷ βλέμματι, καθάπερ εἰς ἀγαθοῦ κυβερνήτου νεῦμα δεδορ κότες, τί βούλεται, τί προστάσσει, τί σημαίνει, τί δίδωσι τοῖς αὑτοῦ 26.3 ναύταις τὸ σύνθημα, ποῦ καὶ πόθεν τὸν ὅρμον ἐπαγγέλλεται. τί γὰρ ἀδικεῖ τις, εἰ προσέχων τὴν γνώμην καὶ φειδόμενος πρὸ τῆς πίστεως βίον ἱκανὸν συνελέξατο; ἢ καὶ τὸ τούτου μᾶλλον ἀνέγκλη τον, εἰ εὐθὺς ὑπὸ τοῦ θεοῦ τοῦ τὴν ψυχὴν νέμοντος εἰς οἶκον τοιού των