1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

10

ὑπάρχει καλὸν ἢ ὑπάρξαι δύναται τοῦτο, -οὐκ ἄλλως ἔστιν αὐτὸ κτή- σασθαι, μὴ πρότερον γνόντα τὰ ὄντα ὡς ἔστιν· τῆς δὲ γνώσεως οὐκ ἄλλως τυχεῖν ἔστιν, ἐὰν μὴ πρότερόν τις τὸν τῆς ἀληθείας προφήτην ἐπιγνῷ. προφήτης δὲ ἀληθείας ἐστὶν ὁ πάντοτε πάντα εἰδώς, τὰ μὲν γεγονότα ὡς ἐγένετο, τὰ δὲ γινόμενα ὡς γίνεται, τὰ δὲ ἐσόμενα ὡς ἔσται, ἀναμάρτητος, ἐλεήμων, μόνος τὴν ἀλήθειαν ὑφηγεῖσθαι πεπιστευμένος. ἀναγίνωσκε καὶ εὑρήσεις τοὺς ἀπὸ ἑαυτῶν τὴν ἀλήθειαν εὑρεῖν νομίσαντας <......>. τοῦτο γὰρ προφήτου ἴδιον, τὸ τὴν ἀλήθειαν μηνύειν, ὥσπερ ἡλίου ἴδιον τὸ τὴν ἡμέραν φέρειν. διὰ τοῦτο ὅσοι ποτὲ ἀλήθειαν γνῶναι ἐπεθύμησαν, παρὰ δὲ τούτου μαθεῖν αὐτὴν οὐκ εὐτύχησαν, μὴ εὑρόντες ζητοῦντες ἐτελεύτησαν. ὁ γὰρ τὴν ἀλήθειαν ζητῶν παρὰ τῆς ἑαυτοῦ ἀγνοίας λαβεῖν πῶς ἂν δύ- ναιτο; κἂν γὰρ εὕρῃ, οὐκ εἰδὼς αὐτὴν ὡς οὐκ οὖσαν παρέρχεται. οὔτ' αὖ παρ' ἑτέρου (τοῦ ὁμοίως ἐξ ἀγνωσίας γνῶσιν ἔχειν ἐπαγγελλομένου) ἀληθείας κρατεῖν δυνατὸς ἔσται, πλὴν πολιτείας μόνης, καὶ ταῦτα ἐκείνης τῆς διὰ τὸ εὔλογον γνωρισθῆναι δυναμένης, ἥτις ἑκάστῳ ἐκ τοῦ μὴ θέλειν ἀδι- κεῖσθαι τοῦ μὴ δεῖν ἄλλον ἀδικεῖν τὴν γνῶσιν παρίστησιν. πάντες μὲν οὖν ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθές, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες ἐνηδρεύθησαν. τοῦτο ὅπερ πεπόνθασιν καὶ οἱ τῶν Ἑλλήνων φιλόσοφοι καὶ βαρβάρων οἱ σπουδαιότεροι· ἐκ στοχασμῶν γὰρ ἐπι- βάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο, τὸ ὁπώσποτε πα- ραστὰν αὐτοῖς, τοῦτο ἀληθὲς εἶναι νομίσαντες. ὡς γὰρ εἰδότες ἀλήθειαν οἱ ἀλήθειαν ἔτι ζητοῦντες τῶν παρισταμένων αὐτοῖς ὑπολήψεων ἃ μὲν ἀποδοκιμάζουσιν, ἃ δὲ κρατύνουσιν ὥσπερ εἰδότες, μὴ εἰδότες ποῖα μέν ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ δογματίζουσιν περὶ ἀληθείας οἱ ἀλήθειαν ἐπιζητοῦντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν παρὰ τῆς αὑτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται. οὔτε γάρ (ὡς ἔφην) παρεστη- κυῖαν αὐτὴν ἐπιγνῶναι δύναται, ἣν ἀγνοεῖ. πείθει δὲ ἕκαστον ἀφ' ἑαυτοῦ ζητοῦντα μαθεῖν οὐ πάντως τὸ ἀληθές, ἀλλὰ τὸ τέρπον. ἐπεὶ οὖν ἄλλον ἄλλο τέρπει, ἄλλου ἄλλο κρατεῖ ὡς ἀληθές. τὸ δὲ ἀληθές ἐστιν τὸ δοκοῦν τῷ προφήτῃ, οὐ τὸ ἑκάστῳ ἡδύ. πολλὰ γὰρ ἂν ἦν τὸ ἕν, εἰ τὸ τέρπον ἀληθὲς ἦν· ὅπερ ἐστὶν ἀδύνατον. ∆ιὰ τοῦτο καὶ οἱ τῶν Ἑλλήνων φιλόλογοι (οὐ φιλόσοφοι) διὰ στοχασμῶν τοῖς πράγμασιν ἐπιβάλλοντες πολλὰ καὶ διάφορα ἐδογμάτισαν, τὴν οἰκείαν τῶν ὑποθέσεωνἀκολουθίαν ἀλήθειαν εἶναι νομίσαντες, οὐκ εἰδότες ὅτι αὐτῶν ψευδεῖς ἀρχὰς ἑαυτοῖς ὁρισαμένων, τῇ ἀρχῇ αὐτῶν τὸ τέλος συμφωνίαν εἴληφεν. ὅθεν δεῖ πάντα παρελόμενον μόνῳ τῷ τῆς ἀληθείας πιστεύειν ἑαυτὸν προ- φήτῃ, ὃν πάντες κρῖναι δυνάμεθα εἰ προφήτης ἐστίν, κἂν πάνυ ἀμα- θεῖς ὦμεν καὶ σοφισμῶν ἰδιῶται καὶ γεωμετρίας ἄπειροι καὶ μουσικῆς ἀμύητοι· εὐκολωτέραν γὰρ τὴν περὶ αὐτοῦ εὕρεσιν ὁ θεὸς τέθεικεν πᾶσιν ὡς πάντων κηδεμών, ἵνα μήτε βάρβαροι ἐξασθενῶσιν αὐτὸν μήτε Ἕλ- ληνες ἀδυνατῶσιν εὑρεῖν. ·ᾳδία μὲν οὖν ἡ περὶ αὐτοῦ εὕρεσις ὑπάρχει. ἔστιν δὲ ἥδε· εἰ προφήτης ἐστὶν καὶ δύναται εἰδέναι ὡς ἐγένετο ὁ κό- σμος καὶ τὰ ἐν αὐτῷ γινόμενα καὶ τὰ εἰς τέλος ἐσόμενα, ἐὰν ἡμῖν ᾖ τι προειρηκὼς ὃ εἰς τέλος ἐγνώκαμεν γεγενημένον, καλῶς αὐτῷ ἐκ