1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

10

μεγάλα σοι συμβαλέσθαι δυναμένης καὶ θαυμαστότερον ἀποδεῖξαι. Τὰ δέ ἐστιν περὶ διαφορᾶς πάλιν ἑτέρων ἐθνῶν, γενεαλογίας τε αὐτῶν καὶ ἐθῶν καὶ βίου διαγωγῆς καὶ θέσεως καὶ κράσεως τῆς παρ' αὐτῶν κατοικουμένης γῆς καὶ περιηγήσεως αὐτῆς καὶ σταδιασμοῦ, καθὼς ἑξῆς πλατύτερον διηρμήνευται. 14 Περὶ τῆς γενεαλογίας τοῦ Μουχούμετ. Γενεαλογεῖται ὁ δυσσεβὴς καὶ ἀκάθαρτος Μουχούμετ, ὃν λέγουσιν οἱ Σαρακηνοὶ προφήτην αὐτῶν εἶναι, ἐκ φυλῆς γενικωτάτης Ἰσμαήλ, υἱοῦ Ἀβραάμ, καταγόμενος. Ζιναρὸς γάρ, ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρ αὐτῶν ἀναγορεύεται πάντων. Οὗτος οὖν γεννᾷ υἱοὺς δύο, Μούνδαρον καὶ Ῥαβίαν, ὁ δὲ Μούνδαρος τίκτει Κούσαρον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσανδον καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ καὶ τὴν Μαδιανῖτιν ἔρημον κληρωσάμενοι, ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες. Εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων οὐκ ἐκ τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ὁμηρῖται, τουτέστιν Ἀμανῖται. Ἀναδείκνυται δὲ οὕτως. Ἀπόροὄντος αὐτοῦ τοῦ Μουχούμετ καὶ ὀρφανοῦ, ἔδοξεν αὐτῷ μισθωτεύσασθαι γυναικί τινι πλουσίᾳ καὶ συγγενεῖ αὐτοῦ, καλουμένῃ Χαδιγᾷ, πρὸς τὸ καμηλεύειν καὶ πραγματεύεσθαι ἐν Αἰγύπτῳ μετὰ τῶν ἀλλοφύλων καὶ ἐν Παλαιστίνῃ. Εἶτα κατὰ μικρὸν παρρησιασάμενος καὶ ὑπελθὼν τῇ γυναικὶ χήρᾳ οὔσῃ, λαμβάνει αὐτὴν εἰς γυναῖκα. Καὶ δὴ ἐπιχωριάζων ἐν Παλαιστίνῃ καὶ συναναστρεφόμενος Ἰουδαίοις τε καὶ Χριστιανοῖς, ἐθηρᾶτο λόγους καὶ γραφικὰς λύσεις τινάς. Ἔχων δὲ τὸ πάθος τῆς ἐπιληψίας, ἐλυπεῖτο σφόδρα ἡ γυνὴ αὐτοῦ, ὡς περιφανὴς καὶ πλουσία καὶ τῷ τοιούτῳ ἀνδρὶ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ, ἀλλὰ καὶ ἐπιληπτικῷ, ἣν καὶ τροπωσάμενος φάσκων, ὅτι· "Φοβερὰν ὀπτασίαν ἀγγέλου θεωρῶ Γαβριὴλ ὀνόματι, καὶ μὴ ὑποφέρων αὐτοῦ τὴν θέαν ὀλιγωρῶ καὶ πίπτω", ἐπιστεύθη, συμψευδομαρτυροῦντος αὐτῷ Ἀρειανοῦ τινος μοναχοῦ ψευδωνύμου δι' αἰσχροκέρδειαν. Καὶ οὕτως ἡ γυνὴ πλανηθεῖσα καὶ ἄλλαις γυναιξὶν ὁμοφύλαις κηρύξασα προφήτην αὐτὸν εἶναι, προῆλθεν τὸ ψεῦδος τῆς ἀπάτης καὶ εἰς ἄνδρα φύλαρχον τοὔνομα Βουβάχαρ. Ἡ οὖν γυνὴ θανοῦσα καὶ τοῦτον διάδοχον καὶ κληρονόμον καταλείψασα τῶν ἑαυτῆς, ἐγένετο περιφανὴς καὶ ἄγαν ὑπερούσιος, καὶ κατέσχεν ἡ πονηρὰ πλάνη τε καὶ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Αἰθρίβου. Καὶ ἐδίδαξεν οὗτος ὁ παράφρων καὶ πεφενακισμένος τοὺς αὐτῷ πειθομένους, ὅτι ὁ φονεύων ἐχθρὸν ἢ ὑπὸ ἐχθροῦ φονευόμενος εἰς τὸν παράδεισον εἰσέρχεται καὶ ἄλλα, ὅσα φλυαρεῖ. Προσεύχονται δὲ καὶ εἰς τὸ τῆς Ἀφροδίτης ἄστρον, ὃ καλοῦσι Κουβάρ, καὶ ἀναφωνοῦσιν ἐν τῇ προσευχῇ αὐτῶν οὕτως· "Ἀλλὰ οὐὰ Κουβάρ", ὅ ἐστιν "ὁ θεὸς καὶ Ἀφροδίτη". Τὸν γὰρ θεὸν "Ἀλλά" προσονομάζουσι, τὸ δὲ "οὐά" ἀντὶ τοῦ "καί" συνδέσμου τιθέασιν, καὶ τὸ "Κουβάρ" καλοῦσι τὸ ἄστρον, καὶ λέγουσιν οὕτως· "Ἀλλὰ οὐὰ Κουβάρ." 15 Περὶ τοῦ γένους τῶν Φατεμιτῶν. Ἰστέον, ὅτι ἡ Φατὲμ θυγάτηρ ἦν τοῦ Μουχούμετ, καὶ ἀπ' ἐκείνης γεννῶνται οἱ Φατεμῖται. Οὐκ εἰσὶ δὲ οὗτοι ἐκ τοῦ Φατέμη ἀπὸ τῆς Λιβύης χώρας, ἀλλὰ κατοικοῦσι πρὸς τὰ βορειότερα μέρη τοῦ Μέκε, βαθύτερα τοῦ τάφου τοῦ Μουχούμετ. Εἰσὶ δὲ ἔθνος Ἀραβικόν, πρὸς πολέμους καὶ μάχας ἀκριβῶς ἐξησκημένον· μετὰ γὰρ τοῦ τοιούτου γένους ἐπολέμησεν ὁ Μουχούμετ, καὶ πολλὰς πόλεις καὶ χώρας ἐπόρθησεν καὶ καθυπέταξεν. Εἰσὶ γὰρ ἠνδρειωμένοι καὶ πολεμισταί, ὅτι εἰ εὑρεθῶσι μέχρι μιᾶς χιλιάδος εἰς φοσσᾶτον, τὸ τοιοῦτον φοσσᾶτον ἀήττητον καὶ ἀκαταμάχητον γίνεται. Οὐ καβαλλικεύουσι δὲ ἵππους, ἀλλὰ καμήλους, ἐν δὲ τῷ καιρῷ τοῦ πολέμου οὐκ ἐνδύονται θώρακας, οὔτε κλιβάνια, ἀλλὰ περιβόλαια ῥοδωτά, καὶ ἔχουσι δόρατα μακρὰ καὶ ἀσπίδας ἀνδρομήκεις καὶ τόξα ξύλινα παμμεγέθη, σχεδὸν μὴ δυνάμενα τείνεσθαι παρ' ὀλίγων ἀνδρῶν. 16 Ἐκ τοῦ κανόνος, οὗ ἐθεμάτισεν Στέφανος ὁ μαθηματικὸς περὶ τῆς τῶν Σαρακηνῶν ἐξόδου, ἐν ποίῳ χρόνῳ τῆς τοῦ κόσμου συστάσεως ἐγένετο, καὶ τίς ὁ τὰ σκῆπτρα τῆς βασιλείας Ῥωμαίων διέπων. Ἐξῆλθον οἱ Σαρακηνοὶ μηνὶ Σεπτεμβρίῳ τρίτῃ, ἰνδικτιῶνος δεκάτης, εἰς τὸ δωδέκατον ἔτος