μετερχόμενον, τὴν ἐσχάτην ταύτην ἀπαιτεῖ δίκην, ὡς μετὰ τὸ ἀπαλλαγῆναι τοῦ βάρους τῆς ἁμαρτίας, αὖθις αὐτῇ καθυπαγόμενον ἑκουσίως. Ἐνετείλατο δὲ καὶ διὰ φωνῆς Ἱερεμίου, μὴ αἴρειν βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, μηδὲ ποιεῖν ἔργον, μηδὲ ἐκπορεύεσθαι ἐξ Ἱερουσαλήμ. Χρὴ γὰρ τοὺς πνευματικῶς σαββατίζοντας μὴ πάλιν αἴρειν βάρη ἁμαρτίας, μὴ δὲ ποιεῖν ἔργον πονηρόν· μηδ' ἔξω τῆς ἱερωτάτης καὶ θεοσεβοῦς πολιτείας φέρεσθαι. Ὅτι δὲ τὸ πονηρὸν ἔργον ἐκώλυσε, δῆλον ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν Σαββάτῳ καὶ σφαγιάζειν τὰ θύματα, καὶ κρεανομεῖν, καὶ περιτέμνειν, καὶ πάντα ἐργάζεσθαι, ὅσα πρὸς θεραπείαν Θεοῦ. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ ἐν Σαββάτῳ τὴν Ἱεριχὼ πολιορκήσας, ὑπετύπωσεν ὅτι προσήκει τοῖς πνευματικῶς σαββατίζουσιν ἀνδρίζεσθαι κατὰ τῶν ἀντικειμένων δαιμόνων. Καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ περὶ παιδὸς Ἑβραίου καὶ Ἑβραίας πεπραμένων διαλεγόμενος, εἴρηκεν. Ἐν δὲ τῷ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν, οὐκ 77.1201 ἐξαποστελεῖς δὲ αὐτὸν κενόν· ἀλλ' ἐφοδιάσεις αὐτὸν, ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου. Ἐπεὶ γὰρ ἕβδομον μὲν τὸ Σάββατον, καὶ ἔσχατον τῆς ὅλης ἑβδομάδος· ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ὁ Λυτρωτὴς Θεὸς ἐνηνθρώπησε· τότε δὴ τότε ἐξαπέστειλεν ἡμᾶς διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ υἱοθεσίας, τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, ἐλευθέρους τῆς δουλείας τῆς ἁμαρτίας, πεπραμένους αὐτῇ· καὶ ἐφωδίασεν ἡμᾶς ἀπὸ τῶν προβάτων αὐτοῦ, τοῦτ' ἔστιν, ἀπὸ τῆς κατ' αὐτὸν θυσίας, καὶ ἀπὸ τοῦ σώματος καὶ αἵματος αὐτοῦ· ἃ δηλοῦνται διὰ τοῦ σίτου καὶ τῆς ληνοῦ. Ὁ γὰρ μυστικὸς ἄρτος καὶ οἶνος σῶμα καὶ αἷμα τοῦ Σωτῆρος λέγονται καὶ πιστεύονται. Ἐν τῇ αὐτῇ δὲ βίβλῳ καὶ τάδε προσέταξε· ∆ι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν χρεῶν. Καὶ τὸν μὲν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, τὸν δὲ ἀλλότριον ἀπαιτήσεις. Ἐπ' ἐσχάτων γὰρ, ὡς εἴρηται, τῶν ἡμερῶν, ὁ Θεὸς ἐνανθρωπήσας, ἀφῆκε πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι τὰς ὀφειλὰς τῶν οἰκείων ἁμαρτημάτων. Καὶ τὸν μὲν ἀδελφὸν αὐτοῦ γενόμενον διὰ τῆς πρὸς τὸν Πατέρα υἱοθεσίας τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, οὐκ ἀπαιτεῖ, συγχωρήσας τὰ προωφειλημένα. Τὸν δὲ ἀλλότριον τῆς εἰς αὐτὸν πίστεως, ἀπαιτεῖ πάντως πάντα. Ἡ ἕκτη κατὰ τὴν Γραφὴν ἡμέρα τὴν τῶν ὑπὸ φύσιν ὅντων εἰσηγεῖται συμπλήρωσιν. Ἡ ἑβδόμη δὲ τῆς χρονικῆς ἰδιότητος περιγράφει τὴν κίνησιν· ἡ δὲ ὀγδόη τῆς ὑπὲρ φύσιν καὶ χρόνον ὑποδηλοῖ καταστάσεως τὸν τρόπον. Ὁ τὴν ἕκτην θεϊκῶς μετὰ τῶν προσφόρων ἔργων καὶ ἐννοιῶν ἑαυτῷ συμπληρώσας ἡμέραν, καὶ αὐτὸς μετὰ τοῦ Θεοῦ καλῶς τὰ ἐαυτοῦ συντελέσας ἔργα, διέβη τῇ κατανοήσει πᾶσαν τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ὑπόστασιν, καὶ εἰς τὴν τῶν αἰώνων καὶ τῶν αἰωνίων μετετάξατο μυστικὴν θεωρίαν, σαββατίζων ἀγνώστως, κατὰ νοῦν, τὴν ὁλικὴν τῶν ὄντων ἀπόληψίν τε καὶ ὑπέρβασιν. Ὁ δὲ καὶ τῆς ὀγδόης ἀξιωθεὶς, ἐκ τῶν νεκρῶν ἀνέστη, τῶν μετὰ Θεὸν, λέγω, πάντων, αἰσθητῶν τε καὶ νοητῶν, καὶ λόγων καὶ νοημάτων, καὶ ἔζησε τὴν τοῦ Θεοῦ μακαρίαν ζωὴν, τοῦ μόνου κατ' ἀλήθειαν κυρίως ζωὴ καὶ ὄντος καὶ λεγομένου, οἷα καὶ αὐτὸς γενόμενος τῇ θεώσει Θεός. Ἕκτη ἡμέρα ἐστὶν ἡ τῶν πρακτικῶν περὶ τὴν τῶν κατὰ φύσιν ἐνεργειῶν παντελὴς ἀποπλήρωσις. Ἑβδόμη δέ ἐστιν ἡ τῶν θεωρητικῶν περὶ τὴν ἄῤῥητον γνῶσιν, πασῶν τῶν φυσικῶν ἐννοιῶν ἀποπεράτωσις καὶ ἀπόπαυσις. Ὀγδόη δὲ, ἡ πρὸς θέωσιν τῶν ἀξίων μετάταξίς τε καὶ μετάβασις· καὶ μήποτε ταύτην τὴν ἑβδόμην καὶ τὴν ὀγδόην τυχὸν μυστικώτερον ὑποφαίνων ὁ Κυρίος, προσηγόρευσεν ἡμέραν συντελείας, ὡς πάντων περιγράφουσαν τὰ μυστήρια καὶ τοὺς λόγους, ἃ οὐδὲν οὐδαμῶς τὸ παράπαν τῶν ἐπουρανίων καὶ ἐπιγείων δυνάμεων γνῶναι πρὸ πείρας τοῦ παθεῖν δυνήσεται, πλὴν αὐτῆς τῆς ταῦτα ποιησάσης μακαρίας θεότητος. Ἡ ἕκτη ἡμέρα τὸν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ. Ἡ δὲ ἑβδόμη τὸν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον ὑποσημαίνει.