ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν. ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθήσεται μᾶλλον τῶν μετ' αὐτὸν δευτέρων; δεῖ δὴ οὖν ἄρα καὶ τὸ εὐσεβεῖν εἰς τοὺς φύσαντας τῇ εἰς θεὸν ἀγάπῃ παραχωρεῖν καὶ κατόπιν τῶν θείων ἔρχεσθαι τὰ ἀνθρώπινα. καὶ τοῦτο καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ σωτὴρ λέγων· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. οὐκοῦν ἐφίησι μὲν τὸ ἀγαπᾶν τοῦς φύσαντας, πλὴν οὐχ ὑπὲρ ἑαυτόν. διὰ τοῦτο καὶ τῷ μαθητῇ τὸ χρῆναι δὴ μᾶλλον κατακολουθεῖν εἰπών, ἐφεὶς δὲ θάπτειν τοὺς τεθνεῶτας ἑτέροις ἐδίδαξεν ὅτι τῆς εἰς θεὸν ἀγάπης κατόπιν ἐρρίφθαι τὰ καθ' ἡμᾶς πρέποι ἂν εἰκότως, ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς τὰ θεοῦ μείζονα· γενεσιουργὸς γὰρ καὶ ποιητὴς τῶν ὅλων αὐτός. δεῖ τοίνυν ἡμᾶς, εἰ μέλλοιμεν ἀκολουθῆσαι Χριστῷ, μηδὲν τούτου ποιεῖσθαι προτιμότερον, ἀλλ' ὃ μὲν ἂν συντρέχῃ τούτῳ, μετιέναι καὶ πράττειν, ὃ δ' ἂν ἀντιπράττῃ, παραιτεῖσθαι καὶ φεύγειν, καὶ εἴ τις ἐνέργεια μετρίως ἐχομένη τοῦ καλοῦ, δυναμένη δὲ δι' ἑτέρων ἐπιτελεῖσθαι, ταύτην ἐκείνοις παραδιδόναι, αὐτοὺς δὲ τῆς μείζονος καὶ καλλίονος ἔχεσθαι. ὁρᾶν γοῦν ἔστι καὶ τοὺς ἁγίους ἀποστόλους καὶ μείζονος ἔτι χρείας ἢ κατὰ ταύτην 98 ἀφεμένους, τῆς περὶ πτωχοὺς ἐπιμελείας, διὰ τὴν τοῦ λόγου διακονίαν, οὐ μὴν οὕτω γε ταύτης ἀφειμένους ὡς μὴ καὶ ταύτης ποιήσασθαι πρόνοιαν. ἀλλ' ᾠκονομήθη καὶ τὸ ἔλαττον, ἡ περὶ τὰς τραπέζας διακονία, καὶ τὸ μεῖζον οὐκ ἐνεποδίσθη, ἡ τοῦ κηρύγματος καταγγελία. ZU LK 9, 61φ Ἀξιοζήλωτος μὲν ἡ ὑπόσχεσις καὶ παντὸς ἐπαίνου μεστή. τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ διαδείκνυσιν ὅτι μεμέρισταί πως καὶ οὔπω νῷ βεβηκότι πρὸς τοῦτο βαδίζει. τὸ γὰρ ὅλως προσανακοινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις καὶ συμβούλους ἔχειν τοὺς μὴ τὰ ἴσα φρονεῖν ἑλομένους αὐτῷ μήτε μὴν ἀποδεξαμένους ἔσθ' ὅτε τὸν ἐπὶ τούτῳ σκοπὸν ἀποφήνειεν ἂν εὐθὺς ἀσθενοῦντά πως ἔτι καὶ σκάζοντα. διὸ καὶ μᾶλλον ἐπιτιμητικῶς ἢ διδασκαλικῶς ἀκούει τὸ Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐκ ὄψεται τοῖς ἀστάχυσι κομῶσαν τὴν γῆν, οὐ πλήρη δραγμάτων τὴν ἅλω, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ, μὴ μὴν ἔτι καὶ ἀναβάλλοιτο χαίρειν εἰπὼν τοῖς ἐν κόσμῳ πράγμασιν. ἀποταξάμενος δὲ καὶ τοῖς κατὰ σάρκα οἰκείοις κατορθώσει οὗτος τὴν ἐφ' ἅπασι τοῖς ἐπαινετοῖς ἀγαθὴν εὐτολμίαν καὶ εὔθετος ἔσται τῇ βασιλείᾳ τοῦ θεοῦ. ὁ δὲ μὴ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν οἴκαδε πορείαν καὶ τὴν πρὸς τοὺς οἰκείους διάλεξιν. ἀλλ' οὐ τοιούτους ὄντας εὑρήσομεν τοὺς ἁγίους ἀποστόλους· ἀκηκόασι γὰρ λέγοντος τοῦ Ἰησοῦ· ∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ παραχρῆμα, φησίν, ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. γράφει δὲ καὶ ὁ σοφώτατος 99 Παῦλος· Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. τοιούτους εἶναι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας τῷ Χριστῷ. ZU LK 10, 1 Τῆς ἀποστολῆς τῶν ἑβδομήκοντα ἡ αἰτία αὕτη· πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθύς· ἐσαγηνεύετο γὰρ οὐ μόνος ὁ Ἰσραήλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι. ὅτι γὰρ ἔμελλε καταδράττεσθαι τῆς ὑπ' οὐρανὸν τὸ σωτήριον κήρυγμα, πεπληροφόρηκεν εἰπὼν ὁ τῶν ὅλων θεὸς διὰ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ· Ἀνατελεῖ ὡς ἄγρωστις κρῖμα ἐπὶ χέρσον ἀγροῦ. ὥσπερ γὰρ ἐν τοῖς τῶν