10
μεταστησάμενον τὰ παρ' Αἰγυπτίοις Ἕλλησιν μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς 1.6.5 Ἕλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι. πρῶτα τοίνυν σκεψώμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης, ὅπως οἱ δηλούμενοι διειλήφασιν· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιοτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ Αἰγυπτίων, μεθ' ἃ πέμπτον τὰ Ἑλλήνων διελόντες πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυθικωτέραν πλάνην ἐποπτεύσωμεν, εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων ἐφοδεύσωμεν λόγον· ἐφ' οἷς καὶ τὰ σεμνὰ τῆς 1.6.6 γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψώμεθα. τούτων δ' ἡμῖν διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων καὶ τῶν μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγορίαν. ἐπὶ πᾶσι δὲ τούτοις ὥσπερ ἐπισφράγισμα τῶν ὅλων ἐποίσομεν 1.6.7 τὰ ἡμέτερα. ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθείη ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν 1.6.8 ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένοιτο. ἀλλὰ γὰρ ἀπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ' ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστωσαν ἡμῖν Ἑλλήνων αὐτῶν οἵ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνη1.6.9 κότες. γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης ∆ιόδωρος, γνωριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡς ἂν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφεν, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον τὸν τρόπον· 1.7.1 ʹ.
ΟΠΟΙΑ ΤΙΣ ΕΙΝΑΙ ΛΕΓΕΤΑΙ Η ΚΑΘ' ΕΛΛΗΝΑΣ ΚΟΣΜΟΓΟΝΙΑ «Περὶ μὲν οὖν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμᾶν τὸ θεῖον καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ' ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι, ὅσα δ' ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν ὑπάρχειν, παραθήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆ1.7.2 ται. περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι. 1.7.3 Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν. οἱ μὲν γὰρ αὐτῶν ἀγένητον καὶ ἄφθαρτον ὑποστησάμενοι τὸν κόσμον ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας, οἱ δὲ γενητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνοις τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμέ1.7.4 νοις χρόνοις. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ' ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ' ἀέρα κινήσεως τυχεῖν συνεχοῦς καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφ' ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ, τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸν καταστῆναι διὰ τὸ βάρος· εἱλού μενον δ' ἐν ἑαυτῷ καὶ