10
ἔφθασε συζυγῆναι γυναικί, παράνομόν τι πρᾶγμα βεβούλη ται ὁ βασιλεὺς διαπράξασθαι· ἐπὶ γὰρ τῇ θυγατρὶ αὐτοῦ Εὐδοκίᾳ προλαβέσθαι τουτονὶ γαμβρὸν ᾑρετίσατο. ἔνθεν τοι καὶ ἔρις ἐκ τοῦ τότε πατριαρχοῦντος Μανουὴλ τῷ βα σιλεῖ ξυμβεβήκει μηδ' ὅλως τῇ τοιαύτῃ ἀθεσμογαμίᾳ συγκα τανεύσαντος. ἀλλ' οὐκ ἔφθασεν ὁ βασιλεὺς τέρματι δοῦναι τὸ βούλημα· μήπω γὰρ στείλας ταύτην εἰς Κωνσταντίνου, ὡς ηὐτρέπισε, καταλύει τὸν βίον, τὴν βασιλείαν καταλιπὼν τῷ γαμβρῷ αὐτοῦ Ἰωάννῃ τῷ ∆ούκᾳ· οὐ γὰρ εἶχεν ἄρρενα παῖδα εἰς ἥβην ἐλθόντα. ὃν γὰρ ἐκ τῆς βασιλίδος Ἄννης ἔσχηκεν ἄρρενα παῖδα τεθνάναι προύφθασεν, ἐκ δὲ τῆς ἐξ Ἀρμενίων ὡρμημένης ἓν παιδίον ἄρρεν πεποίηκεν, ὅπερ ὀκταετὲς ἦν, ἡνίκα ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ ἐτεθνήκει. διὰ τὸ γοῦν ἀμοιρεῖν αὐτὸν ἄρρενος ἐνήβου γονῆς ὁ ἐπὶ τῇ θυγατρὶ γαμβρὸς αὐτοῦ τῆς βασιλείας κληρονομεῖ. ἦν δὲ ὁ Λάσκαρις μηʹ ἐτῶν καὶ πρός, ἐλάττων δὲ τῶν νʹ, βα σιλεύσας ἐκ τούτων ἔτη ιηʹ, τὸ μὲν σῶμα μικρός, οὐκ ἄγαν δέ, μελάγχρους, ἐφ' ἱκανὸν καθειμένον ἔχων τὸ γένειον καὶ περὶ τὸ ἄκρον σχιζόμενον, ἐπ' ὀλίγον ἑτερόφθαλμος, περὶ τὰς μάχας ὀξύς, θυμοῦ τε καὶ ἀφροδισίων ἡττώμενος, ἐλευ θεριώτερος ἐν ταῖς δωρεαῖς· οἷς γὰρ ἂν βούλοιτο, πολὺ τὸ χρυσίον ἐδίδοτο. τεταλαιπώρηκε δὲ πάμπαν ἐν ταῖς μάχαις ταῖς πρὸς Ἰταλοὺς καὶ τοὺς Πέρσας. ἀρχὴ γοῦν οὗτος ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, ᾧ καὶ πολλὴν χάριν ὤφλειν τοῖς Ῥωμαίοις δέον καθέστηκε. κατετέθη δὲ ὁ νε κρὸς αὐτοῦ ἐν τῇ τοῦ Ὑακίνθου μονῇ, ἔνθα καὶ ὁ βασι λεὺς Ἀλέξιος τέθαπται καὶ ἡ βασιλὶς Ἄννα, ἡ τούτου σύζυγος.
19 Εἶτα ἐπιλαμβάνεται τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰωάννης ∆ούκας δὲ Βατάτζης, γαμβρὸς αὐτοῦ, στεφθεὶς παρὰ τοῦ πατριάρχου Μανουήλ, ὃς τὸν Μάξιμον διεδέξατο. μετὰ γὰρ τὴν τελευτὴν τοῦ πατριάρχου Μιχαὴλ ὁ Εἰρηνικὸς Θεόδωρος τῷ πατριαρχικῷ ἐνίδρυται θρόνῳ, ὃς καὶ Κωπᾶς ἐκαλεῖτο. τούτου δὲ μετ' ἐνιαυτοὺς ἓξ ἀπολιπόντος μοναχὸς Μάξιμος εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, θεραπεύων τὴν γυναικωνίτιδα. ἐπιβιοὺς δὲ μῆνας ἓξ τελευτᾷ, καὶ ὁ Μανουὴλ εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, φιλόσοφος, ὡς ἐδόκει, ὢν καὶ ὑπὸ τῶν πολλῶν κατονομαζόμενος.
20 Ἐπὶ δὲ τὰ τῶν Βουλγάρων αὖθις ὁ λόγος χωρεῖ. ὁ πρῶτος βασιλεὺς τῶν Βουλγάρων Ἀσὰν δύο ἔσχεν υἱοὺς τὸν Ἰωάννην καὶ τὸν Ἀλέξανδρον. ὁ Ἰωάννης φυγαδείᾳχρησάμενος περὶ τὰ Ῥώσων χωρεῖ, ἐκεῖσε τε χρόνον ἐφ' ἱκανὸν διαμείνας καί τινας τῶν συγκλύδων Ῥώσων ἐν ἑαυτῷ περιαγαγὼν τὴν πατρικὴν ἀνακαλεῖται κληρονομίαν· καὶ πολεμεῖ τῷ Βορίλᾳ καὶ νικᾷ τοῦτον καὶ χώρας ἐγκρατὴς οὐκ ὀλίγης γίνεται. ὁ δὲ Βορίλας ἔνδον εἰσέρχεται τοῦ Τρινόβου καὶ ἐπὶ ἑπτὰ ἔτεσι τειχήρης ἔσω πολιορκεῖται. ἐπεὶ δὲ ἀπέκαμον οἱ συνόντες αὐτῷ τῷ Ἀσὰν Ἰωάννῃ προσέρχονται. φεύγων δὲ ἁλίσκεται ὁ Βορίλας καὶ παρὰ τοῦ Ἰωάννου τυφλοῦται. καὶ οὕτως ἐγκρατὴς τῆς τῶν Βουλ γάρων ἁπάσης ὁ Ἰωάννης ἐγένετο.
21 Ὁ δὲ Κομνηνὸς Θεόδωρος, ὃν πρὸ μικροῦ ὁ λόγος ἱστόρησε, μὴ θέλων μένειν ἐν τῇ οἰκείᾳ τάξει, ἀλλὰ τὰ τῆς βασιλείας σφετερισάμενος ἐπειδὴ τῆς Θεσσαλονίκης γέγονεν ἐγκρατής, πολλήν τε χώραν τῆς Ῥωμαΐδος ἐκ τῆς κεκρα τημένης παρὰ τῶν Ἰταλῶν ὑφ' ἑαυτὸν ἐποιήσατο, ἔτι δὲ καὶ τῆς παρὰ τῶν Βουλγάρων κεχειρωμένης, πορφυρίδα τε ὑποδύεται καὶ ἐρυθρὰ ὑποβάλλεται πέδιλα, ἀντιστάντος αὐτῷ ἐπὶ τοῦτο στερρότατα τοῦ μητροπολίτου Θεσσαλονίκης Κων σταντίνου τοῦ Μεσοποταμίτου, ὃν καὶ πολλαῖς κακουχίαις καὶ ἐξορίαις διὰ ταῦτα ὑπέβαλε τὸν κανονικῶν ἐθῶν ἀντε χόμενον. ὁ δὲ Βουλγαρίας ἀρχιεπίσκοπος ∆ημήτριος τὸ βασιλικὸν περιδιδύσκει τοῦτον διάδημα, ὡς ἔφασκεν αὐτό νομος ὢν καὶ μηδενὶ εὐθύνας ὀφείλων δοῦναι, καὶ διὰ τοῦτο ἐξουσίαν ἔχειν βασιλέα στέφειν. ἀναγορευθεὶς οὖν ὁ Θεόδωρος βασιλικῶς ἐχρᾶτο τοῖς πράγμασι, δεσπότας τε