γὰρ τὸ βῆτα γέγονεν τὸ ο· τοῦ β στοιχείου βῆτος. 9Βίκτωρ9 καὶ 9Βικέντιοσ9: ι. 9Βίκοσ9: Τὸ σπέρμα· βηχίον, βωμὸς, βῶλος· βολὸς τὸ ξύλον, καὶ βολίδες μικρόν· βλῆχρον βοτάνη, ὃ σημαίνει κλεῖθρον. 187 9Βεργίλιοσ9: ι ὅλα· λέγεται καὶ Οὐεργίλιος· ἔθος γάρ ἐστι Ῥωμαϊκὸν τὸ β εἰς τὴν ου δίφθογγον τρέπειν· τὸν Βαλεν τιανὸν, Οὐαλεντιανόν· τὸν Βάλην, Οὐάλην. 9Βροτησίου· Βιωθάνατος· Βιοφελές· Βιωτικόσ9: Παρὰ τὸ βιῶ, βιώσω.
9Γινώσκω9: Τὸ γι διὰ τοῦ ι· τὸ νω μέγα· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀγδοήκοντα
γίνεται ὀγδώκοντα, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, οὕτως ἀπὸ τοῦ νοῶ, νοήσω, γίνεται νώσω, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τιτρώσκω διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν, οὕτως καὶ ἀπὸ τοῦ γνώσω μέλλοντος ἀπο τελεῖται ἐνεστὼς γιγνώσκω διὰ τοῦ ι κατὰ τὴν ἀρχὴν, καὶ ἀπο κοπὴν τοῦ δευτέρου γ γινώσκω· τὸ δὲ ι ἀπὸ διπλασιασμοῦ ἔχει τὴν τρίτην συλλαβήν· οὐ θέλουσι δὲ οἱ ἀναδιπλασιασμοὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι· οἷον, δῶ, διδῶ· θῶ, τιθῶ· βῶ, βιβῶ· γνώσω, γινώσκω. 9Γινώσκω9: Τὸ γνω μέγα· ἐπεὶ καὶ γιγνώσκω λέγεται· ἦν γὰρ γνῶ, γνώσω, γνώσκω, καὶ γιγνώσκω· μνῶ, μνήσω, μνήσκω, καὶ μιμνήσκω· οὐδέποτε οὖν ἐν τοῖς τοιούτοις εὑρίσκεται δί φθογγος. 9Γλωχίσ9: ι, ὡς δικατάληκτον. 9Γωνία9: Τὸ γω μέγα, ἐπεὶ καὶ γουνία λέγεται· τὸ νι υ, ἐπειδὴ τὰ διὰ τοῦ νια θηλυκὰ διὰ τοῦ ι γράφεται· οἷον, γωνία· πενία· μανία. 9Γρήνικοσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ· καὶ τινὲς λέγουσιν ὅτι σύνθετόν ἐστιν παρὰ τὸ γῆ καὶ τὸ νικῶ, γήνικος, ὁ τὴν γῆν νικῶν· καὶ πλεονασμῷ τοῦ ρ, Γρήνικος· ἄλλοι δὲ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικὸς γέγονε Γραινικὸς, ἐκεῖ γάρ φασι τοὺς Γραῖκας νικῆσαι τοὺς βαρβάρους. 9Γλισὰς Γλισᾶ9: Ἔστιν δὲ ὄνομα πόλεως διὰ τοῦ ι· πᾶσα γὰρ συλλαβὴ ἀπὸ τῆς γλι ἀρχομένη ἀποστρέφεται τὴν ει δίφθογγον. 9Γλοσσιά9: Λέγεται, ὃ ἐπιτιθέασιν εἰς τὰ οἰκεῖα στόματα οἱ 188 αὐληταί· διὰ τοῦ ι γράφεται· καθὰ γὰρ τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς· σφραγίς· κρηπίς· οὕ τως καὶ γλωσσίς. 9Γρίφοσ9: ∆ιὰ τοῦ ι τὸ γρι· τὰ γὰρ εἰς φος δισύλλαβα ἀρσενικὰ μονογενῆ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ὁ λόφος· ὁ ζόφος· ὁ κέπφος· ἔστιν δὲ ὀρνέου ὄνομα· τὸ οὖν γρί φος διὰ τοῦ ι· τὸ δὲ Ῥοῦφος Ἰταλικόν· καὶ ἄλλως· πᾶσα συλλαβὴ ἀπὸ τῆς γρὶ ἀρχομένη ἀποστρέφει τὴν ει δίφθογγον· οἷον, γρίντις ὁ βυρσέος· γρῆνος τὸ δέρμα· γριπεὺς ὁ ἁλιεύς· γρίσον ὁ χοῖρος· οὕτως οὖν καὶ γρίφος· γρῖφος δὲ λέγεται τὸ δύσλυτον αἴνιγμα. 9Γρίποσ9: Τὸ γρι ι· τῷ εἰρημένῳ κανόνι τοῦ γρίφος· γρι πεὺς γὰρ ὁ ἁλιεύς ἐστιν. 9Γελασῖνοσ9: ∆ιὰ τοῦ ι· σημαίνει δὲ τὴν κοιλότητα τὴν γινομένην ἐν τοῖς προσώποις ἐκ τοῦ γελῶντος· διὰ τοῦ ι δὲ γράφεται· τὰ γὰρ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται· οἷον, Ἀκραγαντῖνος· Σαβῖνος· Λογγῖνος· Πραξῖνος· Μαρτῖνος· Ἀντωνῖνος· Κωνσταντῖνος· Ἐχῖνος· Ἰουστῖνος· οὕτως καὶ γελασῖνος διὰ τοῦ ι. 9Γλυκίων9: ∆ιὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται· οἷον, ἡδίων· ταχίων· βελ τίων· βραδίων· διπλασίων· οὕτως οὖν καὶ γλυκίων, διὰ τοῦ ι· χωρείων· ἀρείων. 9Γίνεται9: Τὸ γι ι· σημαίνει δὲ τὸ ἀποτελεῖται· γράφε ται δὲ διὰ τοῦ ι πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται, τὸ γεννᾶται· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ τοῦ γένος γὰρ γέγονεν γεννᾶται, καὶ γίνομαι κατὰ πλεονασμόν· καὶ ἄλλως τὸ ε γενόμενον ἐν ταῖς τοιαύταις παραγωγαῖς ἐπιφερομένων δύο συμφώνων πέφυκε τρέπεσθαι εἰς τὸ ι· μένω, μέμνω· τέκω, τίκτω· οὕτως, καὶ ἀπὸ τοῦ γένομαι, γέγονε, γίνομαι, διὰ τοῦ ι. 189 9Γείτων9: Τὸ γει δίφθογγος· γέγονε ἀπὸ τοῦ γέα γραφέν τος διὰ τοῦ ε γεΐτων, καὶ κατὰ σύνθεσιν γείτων· καὶ ἄλλως· ἀπὸ τοῦ γῆ γηΐτων, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων. 9Γειτνιῶ9: Τὸ γει δίφθογγος ἀπὸ τοῦ γείτων, γείτονος, γει τονῶ, καὶ γειτονιῶ, καὶ