ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
πάλιν εἰς τὴν κληρονόμον ἐκείνων καὶ τοῦ βίου ὅπως δήποτε καὶ τῆς ἀρέτης ὑπετάγη· καὶ καλῶς διήνυσε τὸν τῆς ὑποταγῆς δρόμον μέχρι θανάτου, Κυπριανοῦ δὲ γυνὴν λέγω, τοῦ ἐλθόντος εἰς τὴν Κωνσταντινούπολιν καὶ τὴν μονὴν κτίσαντος τὴν εἰς ὄνομα τῶν ἁγίων Θεοδώρων, ἐπονομαζομένην δὲ τοῦ Κυπριανοῦ. 18.4 Τῶν δὲ ἀσεβῶν τὴν Θεσσαλονίκην παραλαβόντων, ἐξελθοῦσα ἡ ὁσία Θωμαῒς μετὰ καὶ τῆς ὑπτακτικῆς αὐτῆς τῆς Κυπριανῆς ἦλθεν εἰς τὴν Λῆμνον, ἵνα ἀπ' ἐκεῖσε πάλιν εἰς τὴν Κωνσταντινούπολιν. Ἐν ᾗ Λήμ νῳ ὁ πάππος μου εὑρισκόμενος μετὰ τῆς γυναικὸς αὑτοῦ καὶ τῶν παί δων, ἰδοῦσα αὐτὴν καὶ τὴν αὐτῆς ἀρετὴν καὶ τὸν λόγον ἡ πρώτη τῶν τριῶν θυγατέρων αὐτοῦ, τῆς κυρίως πρώτης θυγατρὸς αὐτοῦ εἰς τὴν Θεσσαλονίκην ἀπομεινάσης μετὰ καὶ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν παίδων καταλείψασα γονεῖς καὶ ἀδελφὰς καὶ ἀδελφοὺς καὶ τὸν ὃν ἐμνηστεύ σατο εἰς ἄνδρα, ἀπελθοῦσα γέγονε καλογραία καὶ ἐν ὑποταγῇ αὐτῆς δὴ τῆς ὁσίας. Ἐκεῖθεν δὲ ἐξελθοῦσαι καὶ ἐλθοῦσαι αἱ τρεῖς καὶ μόνον ἐν τῇ Κωνσταντίνου κατήντησαν ἀρχὴν ἐν τῇ μονῇ τῇ ἐπονομαζομένῃ τῆς Κλέραινας. 18.5 ∆ιαδοθεῖσα δὲ ἡ ἀρετὴ αὐτῆς δὴ τῆς ὁσίας καὶ ἡ εἰς τὴν θείαν γραφὴν ἐμπειρία εἴς τε τὸν βασιλέα καὶ τὸν πατριάρχην καὶ πάντας τοὺς τῆς πόλεως, ὁ μὲν βασιλεὺς ἐγύρευσεν, ἵνα καὶ λάβῃ μοναστήριον, οἷον ἔνι μεγαλώτερον καὶ πολυεισοδώτερον, ὁ δὲ πατριάρχης τὸ δοῦναι αὐτὴν ἔνταλμα πνευματικῆς ἐξουσίας εἰς τὰς βουλομένας τῆς πόλεως γυναῖκας, οἱ δὲ τῆς πόλεως ὅτι καὶ νὰ προσέρχωνται καὶ νὰ βλέπουν καὶ νὰ θε ραπεύουν εἰς τὰς πρὸς χρείαν αὐτῶν· οὐδὲ γὰρ ἦν ἐν ἐκείναις οὔτε χρυ σίον, οὔτε ἀργύριον, οὐκ ἄλλοτι, εἰ μὴ τὸ ἐργόχειρον καὶ ἡ τοῦ θεοῦ διὰ τῶν ἀρχόντων προμήθεια. 18.6 Λαβοῦσα δὲ μικρόν τι κάθισμα, συνέδραμον εἰς ὑποταγὴν τοσαῦ ται, ὅσαι οὐκ ἂν ἐχώρησαν εἴς τε τὴν τοῦ Λιβὸς μονὴν καὶ τῆς Κυρα μάρθας, ἡ δὲ οὐ πλείους ἢ δύο καὶ δέκα προσελάβετο. Καὶ ἦσαν τοιαῦ ται εἴς τε ἀκτημοσύνην καὶ ὑπακοὴν καὶ σωφροσύνην καὶ πᾶν εἴ τι εἰς θεὸν εὐαπόδεκτον, ὅτι κατέλιπον οἱ τῆς πόλεως λέγειν ἡ ἁγία, ἀλλ' αἱ ἅγιαι. καὶ αὐτὸ δὴ τὸ ὄνομα εἶχον εἰς αὐτὰς ἁγίας. Καὶ τὸ μὲν τῶν καλογραιῶν τὸ κοινὸν τῆς τροφῆς καὶ φορεμάτων καὶ τὸ μὴ ἔχειν τι ἴδιον καὶ τὸ μὴ ποιῆσαι τὸ μικρότερον, ἢ πρὸς κοινὸν ἢ πρὸς ἰδίαν χρείαν, εἰ μὴ μετὰ συγχωρήσεως, καὶ τὸ ἀνυπόδητον καὶ ὀλιγότροφον καὶ τὸ χαμαὶ κεῖσθαι καὶ ἐν εὐτελεῖ καί τ' ἄλλα, ὅσα τῆς ἀρετῆς εἰσιν ἐκμαρ τύρια, τῶν περισσῶν ἐστι διηγῆσθαι. Ὁμοίως δὴ πάλιν καὶ τῆς αὐτῶν ὁσίας καὶ πνευματικῆς μητρός, τῆς εἰς ἐκείνην συνδρομῆς καὶ θεωρίας βασιλέως καὶ δεσποινῶν καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν, αἱ μὲν δι' ἐξο μολόγησιν, αἱ δὲ δι' εὐχὴν καὶ θεωρίαν, τίς ἂν ἀκριβῶς καὶ ταῦτα καὶ τὴν ἐκείνης ἀρετὴν δυνηθείη ἀκριβῶς διηγήσασθεν; 18.7 Ἓν δὲ καὶ μόνον διηγησάμενοι δείξομεν πάντα ἀληθῆ. Τῷ ῥη θέντι μεγάλῳ Σαββάτῳ, ᾧπερ μοι συμβέβηκεν, ἅπερ διηγησάμην, καθη μένης μετὰ τελετὴν τῆς λειτουργίας ἐν τῇ ἐκκλησίᾳ καὶ σὺν αὐτῇ πᾶσαι αἱ καλογραῖαι αὐτῆς καὶ προσμένουσαι, ἵνα μικρόν τι καὶ ἀπογεύσωνται διὰ τὴν τοῦ ἀντιδώρου μετάληψιν, εἶτα εἰς τὰς Πράξεις τῶν Ἀποστόλων τεθῆναι ἀνάγνωσιν, λέγει ἡ ὁσία· Καλογραῖαι, ἐγείρεσθε· Αἱ δέ· Τί ἐστί σοι χρεία, κυρία ἡμῶν ἁγία; Ἡ δέ· Τῷ κυρίῳ Γεωργίῳ προσῆλθε πειρασμός· καὶ ἵνα δεηθῶμεν τῆς θεοτόκου ὑπὲρ ἐκείνου. Τὸ δὲ ἀκού σασαι πᾶσαι, ἐξαιρέτως δὲ αἱ τῆς μητρός μου ἀδελφαί, καὶ γὰρ ἑτέρα ἀδελφὴ καὶ ὑστέρα γέγονε κἀκείνη καλογραία καὶ ὑποτακτικὴ αὐτῆς καλή, προσέδραμον μετὰ δακρύων· Τί ἐστι τοῦτο, κυρία ἡμῶν ἁγία; Ἡ δὲ πρὸς αὐτάς· Μὴ θροεῖσθε· ὁ θεὸς ὁ συγχωρήσας τὸν πειρασμὸν θέλει χορηγήσει καὶ τὴν βοήθειαν καὶ διάλυσιν αὐτοῦ δὴ τοῦ πειρασμοῦ. Καὶ σταθεῖσαι ἔψαλλον τὴν εἰς τὴν θεοτόκον παράκλησιν μετὰ δακρύων. Τούτου τί κρεῖττον ἐκμαρτύριον τῆς εἰς θεὸν ἐκείνης ἀρετῆς καὶ οἰκειώ σεως; 18.8 Ζήσασα οὖν οὕτω καλῶς καὶ πολλὰ ἐκμαρτύρια τῆς ἀρετῆς αὐτῆς ἐνδείξας ὁ θεός, τέλος καὶ ὁ θάνατος αὐτῆς τίμιος ἐναντίον Κυρίου καὶ τῶν ἀνθρώπων προέβη. Ἡμέρας γάρ τινας ἀσθενήσασα μικρὸν καὶ πά σας κοινῶς