1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

10

ἐτῶν κατὰ θέσιν τινὰ τῶν παρ' αὐτοῖς ἀστρολογουμένων ἐξέθεν το, ἅς τινες τῶν ταῦτα ἀκριβοῦν δοξάντων συστέλλοντες σεληνιαίους εἶπον 18 ἐνιαυτούς, οὐδὲν ἔλαττον ἐπὶ τὸ μυθῶδες ἀπονενευκότες συμπίπτουσι ταῖς ὀκτὼ καὶ ἐννέα χιλιάσιν ἐτῶν, ἃς Αἰγυπτίων οἱ παρὰ Πλάτωνι ἱερεῖς εἰς Σόλωνα καταριθμοῦντες οὐκ ἀληθεύουσιν. καὶ μετ' ὀλίγα· τὰ γὰρ Φοινί κων τρισμύρια ἔτη ἢ τὸν τῶν Χαλδαίων λῆρον, τὸ τῶν μηʹ μυριάδων, τί δεῖ καὶ λέγειν; ἐκ τούτων γὰρ Ἰουδαῖοι τὸ ἀνέκαθεν γεγονότες ἀπὸ Ἀβραὰμ ἀρξάμενοι ἀτυφότερόν τε καὶ ἀνθρωπίνως μετὰ τοῦ ἀληθοῦς διὰ τοῦ Μωυ σέως πνεύματος διδαχθέντες, ἔκ τε τῶν λοιπῶν Ἑβραϊκῶν ἱστοριῶν, ἀριθμὸν ἐτῶν πεντακισχιλίων πεντακοσίων εἰς τὴν ἐπιφάνειαν τοῦ σωτη ρίου λόγου τὴν ἐπὶ τῆς μοναρχίας τῶν Καισάρων κηρυσσομένην παρα δεδώκασιν. Χαλδαίων αʹ ἐβασίλευσεν Ἀλῶρος σάρους ιʹ. Χαλδαίων βʹ ἐβασίλευσεν Ἀλάσπαρος σάρους γʹ. Χαλδαίων γʹ ἐβασίλευσεν Ἀμηλὼν σάρους ιγʹ. Χαλδαίων δʹ ἐβασίλευσεν Ἀμενὼν σάρους ιβʹ. Χαλδαίων εʹ ἐβασίλευσε Μετάλαρος σάρους ιηʹ. Χαλδαίων ςʹ ἐβασίλευσε ∆άωνος ἔτη ζθʹ. Χαλδαίων ζʹ ἐβασίλευσεν Εὐεδώραχος σάρους ιηʹ. Χαλδαίων ηʹ ἐβασίλευσεν Ἀμφὶς σάρους ιʹ. Χαλδαίων θʹ ἐβασίλευσεν Ὀτιάρτης σάρους ηʹ. Χαλδαίων ιʹ ἐβασίλευσε Ξίσουθρος σάρους ιηʹ. Περὶ τῆς τῶν Αἰγυπτίων ἀρχαιολογίασ Μανεθῶ ὁ Σεβεννύτης ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ μιαρῶν ἱερῶν μετὰ Βήρωσσον γενόμενος ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου γράφει τῷ αὐτῷ Πτολεμαίῳ, ψευδηγορῶν καὶ αὐτὸς ὡς ὁ Βήρωσσος, περὶ δυναστειῶν ςʹ, ἤτοι θεῶν τῶν μηδέποτε γεγονότων ςʹ, οἵ, φησί, διαγεγόνασιν ἐπὶ ἔτη αʹ α Ϡπεʹ. ὧν πρῶτος, φησί, θεὸς Ἥφαιστος ἔτη θ ἐβασίλευσε. ταῦτα τὰ θ ἔτη πάλιν τινὲς τῶν καθ' ἡμᾶς ἱστορικῶν ἀντὶ μηνῶν σεληνιακῶν λογισά μενοι καὶ μερίσαντες τὸ τῶν ἡμερῶν πλῆθος τῶν αὐτῶν θ σεληνίων παρὰ τὰς τξεʹ ἡμέρας τοῦ ἐνιαυτοῦ συνῆξαν ἔτη ψκζ#171ʹδʹ, ξένον τι δοκοῦντες κατ ωρθωκέναι, γελοίων δὲ μᾶλλον εἰπεῖν ἄξιον τὸ ψεῦδος τῇ ἀληθείᾳ συμβι βάζοντες. 19 Πρώτη δυναστεία Αἰγυπτίων αʹ ἐβασίλευσεν Ἥφαιστος, πρώτη δυναστεία, ἔτη ψκζʹ #171δʹ. Αἰγυπτίων βʹ ἐβασίλευσεν Ἥλιος Ἡφαίστου ἔτη πʹ #171 ςʹ. Αἰγυπτίων γʹ ἐβασίλευσεν Ἀγαθοδαίμων ἔτη ν ςʹ #171ιβʹ. Αἰγυπτίων δʹ ἐβασίλευσε Κρόνος ἔτη μʹ #171. Αἰγυπτίων εʹ ἐβασίλευσεν Ὄσιρις καὶ Ἶσις ἔτη λεʹ. Αἰγυπτίων ςʹ ἐβασίλευσεν ****** Αἰγυπτίων ζʹ ἐβασίλευσε Τύφων ἔτη κθʹ. Αἰγυπτίων ηʹ ἐβασίλευσεν Ὦρος ἡμίθεος ἔτη κεʹ. Αἰγυπτίων θʹ ἐβασίλευσεν Ἄρης ἡμίθεος ἔτη κγʹ. Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἄνουβις ἡμίθεος ἔτη ιζʹ. Αἰγυπτίων ιαʹ ἐβασίλευσεν Ἡρακλῆς ἡμίθεος ἔτη ιεʹ. Αἰγυπτίων ιβʹ ἐβασίλευσεν Ἀπολῶ ἡμίθεος ἔτη κεʹ. Αἰγυπτίων ιγʹ ἐβασίλευσεν Ἀμμὼν ἡμίθεος ἔτη λʹ. Αἰγυπτίων ιδʹ ἐβασίλευσε Τιθόης ἡμίθεος ἔτη κζʹ. Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σῶσος ἡμίθεος ἔτη λβʹ. Αἰγυπτίων ι ςʹ ἐβασίλευσε Ζεὺς ἡμίθεος ἔτη κʹ. Γενέσεως κόσμου ἔτη καὶ ἐγρηγόρων παράβασισ Τῷ αρκβʹ ἔτει τοῦ κόσμου ἐγέννησεν Ἰάρεδ τὸν Ἐνώχ. Ἐνὼχ γενόμενοςἐτῶν ἑκατὸν ἑξήκοντα πέντε ἐγέννησε τὸν Μαθουσάλα τῷ ασπζʹ ἔτει τοῦ κόσμου. τῷ αμβʹ ἔτει τοῦ κόσμου Σὴθ ἀπέθανε. τῷ αροζʹ ἔτει τοῦ κόσμου οἱ ἐγρήγοροι φανερῶς ἐμοίχευσαν. Ἀφρικανοῦ περὶ τῶν ἐγρηγόρων Πλήθους ἀνθρώπων γενομένου ἐπὶ τῆς γῆς ἄγγελοι τοῦ οὐρανοῦ θυ γατράσιν ἀνθρώπων συνῆλθον. ἐν ἐνίοις ἀντιγράφοις εὗρον· οἱ υἱοὶ τοῦ θεοῦ. μυθεύεται δέ, ὡς οἶμαι, ἀπὸ τοῦ Σὴθ ὑπὸ τοῦ πνεύματος οἱ υἱοὶ θεοῦ προσαγορεύονται διὰ τοὺς ἀπ' αὐτοῦ γενεαλογουμένους δικαίους τε καὶ πατριάρχας ἄχρι τοῦ σωτῆρος. τοὺς δ' ἀπὸ Κάιν ἀνθρώπων ἀποκαλεῖ· σποράν, ὡς οὐδέ τι θεῖον ἐσχηκότας διὰ πονηρίαν γένους καὶ διὰ τὸ τῆς φύσεως ἀνόμοιον, ἐπιμιχθέντων αὐτῶν τὴν ἀγανάκτησιν ποιήσασθαι τὸν θεόν. εἰ δὲ ἐπ' ἀγγέλων νοοῖτο ἔχειν τούτους, τῶν περὶ μαγείας καὶ 20 γοητείας, ἔτι δὲ ἀριθμῶν κινήσεως τῶν μετεώρων ταῖς γυναιξὶ τὴν γνῶσιν παραδεδωκέναι, ἀφ' ὧν ἐποιήσαντο παῖδας τοὺς γίγαντας, δι' οὓς τῆς κακίας ἐπιγενομένης ἔγνω πᾶν ἀφανίσαι ζῴων γένος ὁ θεὸς ἐν κατακλυ