10
βασιλεῦ, ὧν μὲν ἐφθεγξάμην ἐν οἷς ἠγανάκτουν, ἐπιλέλησμαι παντελῶς· ὧν δ' ἠκηκόειν εὐεργετούμενος παρὰ σοῦ, οὕτως ἔχω τὴν μνήμην ἀνθοῦσαν καὶ νεαρὰν, ὡς δοκεῖν οὔπω χθὲς καὶ πρώην ἀκηκοέναι. καὶ σὲ δὲ αὐτὸν ἐλογιζόμην τὸν ἴσον ἐμοὶ διακεῖσθαι τρόπον, καὶ ὧν μὲν ὀργιζόμενος ἐφθέγξω, τὴν ταχίστην τὴν μνήμην ἀποβαλεῖν, ὧν δὲ εὐηργέτηκας, ἀσφαλῶς παρακατέχειν. νῦν δὲ τοὐναντίον ἅπαν ὁρῶ συμβαῖνον. τοὺς γὰρ τῆς εἰρήνης λόγους βυθῷ Λήθης φέρεσθαι παραδοὺς, τοὺς 1.33 ἐξ ἀμετρίας ἐξενηνεγμένους λύπης εἰς μέσον ἄγεις. ἐγὼ δ' ὅτι μὲν εἰρήκειν, ἀνεμνήσθην ἀκηκοώς· οὐ μὴν ὡς δή τι τῶν αἰσχίστων τὴν βασιλείαν ἀποποιούμενος, τοιαῦτ' εἰρήκειν. ἦ γὰρ ἂν ἦν παντάπασιν ἐστερημένος φρενῶν καὶ ἀχαριστίας ὑπερβολὴν καταλιπὼν οὐδεμίαν, εἰ ἃ θεὸς ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ σὺ αὐτὸς ὁ κύριος καὶ πατὴρ πᾶσαν εὐεργεσίαν ὑπερβαίνοντα ἐχαρίσασθε, ταῦτ' αὐτὸς ἀνοήτῳ καὶ παραβόλῳ φρενὶ ὥς τι τῶν ἀχρήστων ἀπεβαλόμην. ἀλλ' ἐκ λίαν ἐνωδύνου καὶ τεταραγμένης ψυχῆς τοὺς τοιούτους λόγους προῄειν, λογιζόμενος ὅτι τὸ λίαν ἐνώδυνον καὶ οἷον πικρίας γέμον τοῦ παιδὸς φθέγμα πρὸς συμπάθειαν κάμψει τὰ σπλάγχνα τὰ πατρικά· ὃ δὴ καὶ κατὰ γνώμην ἐμὴν ἀπέβη, καὶ πολλῆς ἀπέλαυσα μέχρι δεῦρο τῆς εὐμενείας τῆς πατρικῆς. νῦν οὖν εἰ μέν ἐστί τις ἐξελέγξων ἄξιά μέ τινα εἰργασμένον θανάτου, οὐ παραιτήσομαι τὸ δικαίως ἀποθανεῖν. εἰ δ' ἄρα τοιαῦτ' ἔστι τὰ ἐγκλήματα ὡς παιδείας δεῖσθαι καὶ μάστιγος πατρικῆς, τὰ μὲν ἀφήσεις, ὡς καὶ αὐτὸς παρὰ τοῦ μεγάλου βασιλέως καὶ θέσει πατρὸς τὴν τῶν πλημμελημάτων συγχώρησιν ἐξαιτούμενος ὁσημέραι· ὑπὲρ δὲ τῶν ἔξεστί σοι δίκας λαμβάνειν τῶν πλημμελημάτων ἀξίας, τοὺς τοιούτους ἐπαχθεῖς καὶ παντὸς βαρυτέρους φορτίου μακρὰν ἡμῶν ἀπελαύνοντι λόγους.» Τοιαῦτα καὶ Ἀνδρονίκου τοῦ νέου ἀποκριναμένου τῷ πάππῳ, αὐτὸς μὲν πρὸς τὴν ἀπολογίαν ἀντεῖπεν οὐδὲν, βαρεῖαν δ' ἦν τῇ σιγῇ καὶ τοῖς ἤθεσι τὴν ὀργὴν 1.34 ἐνδεικνύμενος τῷ ἐγγόνῳ. ὁ μέντοι μέγας δομέστικος ἐκ Θρᾴκης ἐλθὼν ἐπεὶ ἐπύθετο τὰ συμβάντα παρὰ βασιλέως τοῦ νέου, πολλὰ θαυμάσας τῶν τῆς ἀνθρωπίνης φύσεως κατορχουμένων κακῶν, καὶ τὴν ἀδικίαν καταμεμψάμενος ὡς καὶ κατ' αὐτῆς τῆς φύσεως ὁπλίζουσαν τοὺς ἁλόντας αὐτῇ καθάπαξ· «κράτιστε βασιλεῦ» ἔφη «τὸ μὲν κακὸν κατάδηλον αὐτόθεν, ὥς ἐστι τῶν ἀνηκέστων· τὴν δὲ πρὸς σέ μου πίστιν καὶ δόλου παντὸς ἀμιγῆ φιλίαν, καὶ ὁ παρελθὼν μὲν χρόνος βεβαιώσασθαι ἱκανὸς, ἡλικιῶτιν καὶ τοῖς σώμασιν ἡμῖν συναυξανομένην ἀποδείξας τρόπον τινά· διόπερ οὐδὲ λόγων δεῖν πρὸς ἀλλήλους ἡμᾶς ἡγοῦμαι, ἑαυτῷ τὸν ἕτερον ἑκατέρους οἰκειουμένους· καὶ ὁ μέλλων δὲ οὐκ ἔλαττον δείξει, φίλων πιστοτάτων δεησόμενος ὡς ὁρῶ. εἰ μὲν οὖν ἑώρων σε κακοηθείᾳ χρώμενον καὶ αὐθαδείᾳ πρὸς βασιλέα τὸν πάππον, τῆς ἀρχῆς ἐκεῖνον μὲν ἀποστερεῖν, σεαυτῷ δὲ μόνῳ περιποιεῖσθαι βούλεσθαι, εὖ ἴσθι, καίτοι λίαν φιλῶν, οὐκ ἂν οὕτως ἀτόπου πράξεως εἱλόμην σοι κοινωνεῖν. ἐπεὶ δ' ἐξ οὐδεμιᾶς αἰτίας τοιαῦθ' ὁρῶ φυόμενα κακὰ κατὰ σοῦ, ὥστ' εἰ μὴ θεὸς ἄνωθεν αὐτὰ διαλύσει, οὐδὲ πάνυ πόῤῥω προσδοκίας εἰς ὕψος ἀρθῆναι βαθὺ, ἑκὼν αὐτὸς ἐπιδίδωμι τοῖς κινδύνοις τοῖς ὑπὲρ σοῦ οὐ χρήματα μόνον καὶ κτῆσιν καὶ οἰκέτας καὶ φίλους, ἀλλ' ἤδη καὶ αὐτὸν ἐμὲ, ὥστε ἔχειν ὅ,τι βουλήσῃ χρῆσθαι.» Ἐπὶ τούτοις τοῦ βασιλέως δομεστίκῳ τῷ μεγάλῳ πολλὴν χάριν ὁμολογήσαντος, καὶ προσθέντος, ὡς «ὁ πάντ' ἀμβλύνων χρόνος καὶ κατὰ μικρὸν ὑποῤ 1.35 ῥέειν ποιῶν, τῆς ἡμετέρας ἥττηται πρὸς ἀλλήλους φιλίας, ἐῤῥωμενεστέρας ἀεὶ καὶ ἀκμαιοτέρας προϊόντος φαινομένης» καὶ δένδρῳ προσεικάσαντος ἀεὶ βρίθοντι τοῖς καρποῖς καὶ τὸν παρεληλυθότα τῷ ἐνεστῶτι νικῶντι χρόνῳ, ἐτράποντο πρὸς τὸ βουλεύεσθαι περὶ τῶν παρόντων. καὶ πρῶτον ἐδόκει πάντων, ἐκλογὴν ποιήσασθαι τοῦ μέλλοντος αὐτοὺς ὑποδέξεσθαι φεύγοντας φρουρίου, ἐπικαίρως κεισομένου καὶ πρὸς τὸ φυλάξαι διαδράντας καὶ πρὸς τὸ τοῖς μαχομένοις ἀντεπιχειρεῖν ῥαστώνην παρέχειν. ἐδόκει μὲν οὖν ἑλέσθαι τὴν ἐν Ὀδρυσοῖς ἐπώνυμον Ἀδριανῷ πόλιν, πολλῶν ἕνεκα καὶ ἀναγκαιοτάτων