10
̓Επιφάνειαν μετωνόμασαν. Σὴμ δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οι τὴν μέχρις ὠκεανοῦ τοῦ κατ' ̓Ινδίαν οἰκοῦσιν ̓Ασίαν, ἀπ' Εὐφράτου ἀρξάμενοι. ̓Ελὰμ μὲν ουν ̓Ελυμαίους Περσῶν οντας ἀρχηγέτας κατέλιπεν, ̓Ασοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ' αὐτὸν ̓Ασσυρίους ὠνόμασε, καὶ ̓Αρφαξὰδ Χαλδαίων προπάτωρ ην, Ἀρὰμ δὲ τοὺς Σύρους κληθέντας υστερον ̓Αραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οι Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν ̓Αρὰμ τεσσάρων οντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν ∆αμασκόν, μέση δ' ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ ̓Αρμενίαν, Βακτριανοὺς δὲ ὁ ετερος. τοῦ ̓Αρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. ουτος δὲ πατὴρ Εβερ. Εβερ δ' ετεκε τὸν Φαλέκ, ουτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· οτε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ ̔Εβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. ̔Εβραῖοι δὲ τὸ εθνος ἐκ τοῦ Εβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ ̔Ραγαῦ, ὁ δὲ ̔Ραγαῦ πατὴρ τοῦ Σερούχ, ουτος δ' ετεκε τὸν Να1.25 χώρ, ἐκ Ναχὼρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ πατὴρ ̓Αβραάμ. Τοῦ δὲ τῶν ̔Εβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας ουτος γέγονεν ̓Αβραάμ, ος Χαλδαῖος μὲν ην τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ οτου τὴν γῆν απασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. ουτος προγόνων ων ἀσεβῶν πρῶτος εγνω θεὸν ενα τὸν τῶν ολων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ελεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν εσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αιγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων εχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταῦτα πρὸς Αιγυπτον κἀκεῖθεν εἰς Ελληνας. ̓Ασσυρίων δ' ἐπελθόντων τοῖς Σοδομίταις, οις συνῴκει καὶ Λὼτ ἀδελφόπαις ων ̓Αβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ο μαθὼν ̓Αβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἰκέταις αὐτοῦ καὶ φίλοις τρισὶ κατεδίωξεν ὀπίσω τῶν ̓Ασσυρίων, καὶ τούς τε Σοδομίτας εσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ' ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ· σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν ̔Ελλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ην ονομα τότε τῇ πόλει ̔Ιερου1.26 σαλήμ· ουτως ἀρχαία ην ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν ̓Αβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου αχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ εχοντι τὸν τοῦτο διαδεξόμενον, ην γὰρ ετι γονῆς ἀμοιρῶν γνησίας, οτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καὶ ἐξ ἐκείνου μέγα προελθεῖν εθνος, τοῖς αστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ περιτμηθῆναι τὰ αἰδοῖα καὶ αὐτὸν καὶ τοὺς ὑπ' αὐτὸν ἐκέλευσεν αρρενας, ιν' ειη τὸ γένος αὐτοῦ τοῖς αλλοις εθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν. Γίνεται τοίνυν τῷ ̓Αβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ον ὁ θεὸς ̓Ισαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ονομα γέλωτα, η οτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι ουσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν ̓Ισαὰκ τεκοῦσα ἐτύγχανεν, η οτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαρᾶς. τεχθέντα δὲ τὸν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· οθεν ουτω καὶ τοῖς ̓Ιουδαίοις νενόμισται περιτέμνεσθαι. Αραβες δὲ μετὰ τρισκαιδέκατον ετος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, οτι καὶ ̓Ισμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ην ἐτῶν οτε τῷ ̓Αβραὰμ ὁ θεὸς ἐπέταξε