10
ἀδικία παρὰ τῷ ἀποalpha.43 στόλῳ ἡ τῶν εἰδώλων ἀπάτη· ἐκεῖνοι ουν τὴν ἀδικίαν κατέχουσιν, οσοι τὸ σέβας τοῦ θεοῦ παραπέμπουσιν εἰδώλοις· τὸ δὲ κατέχουσιν, ἀντὶ τοῦ φυλάττουσιν. ὁ δὲ Πλάτων φησὶ τὴν ἀδικίαν νόσον ψυχῆς ειναι. οὐδεμία ουν νόσος ψυχῆς ὠφέλιμος ἐστίν. ̓Αδειάσ. ειδος ἐσχάρας. ̓Αδράστεια. ονομα κύριον, καὶ ἡ νέμεσις. καὶ τόπος μεταξὺ Πριάμου καὶ τοῦ Παρείου. ̓Αδμῆτιν. ἀδάμαστον. ̓Αδημονία. σκυθρωπότης ψυχῆς. ἡ διάθεσις ἐπὶ ἀποτυχίᾳ τινὸς τῶν ποθουμένων γινομένη. ἀδημονία λέγεται καὶ ἡ φροντίς. Αδεια. ἀφοβία, εὐδία. ̓Αδελφιξία. ἡ κοινωνία. καὶ ἀδελφὸν τὸ κοινόν. ̓Αδμενίδεσ. αἱ δοῦλαι. οιμαι δὲ, οτι ἀδμωλίδες θέλει γράφεσθαι. ̓Αδρήνη. πόλις Θρᾴκης. ἡ μικρὸν ὑπὲρ τῆς Βερνίκης κεῖται. τὸ ἐθνικὸν ̓Αδρηνήτης. ὡς Συήνη, Συηνήτης. δύναται δὲ καὶ ̓Αδρηναῖος. ὡς Κυρήνη, Κυρηναῖος. ̓Αδάμαστος παρθένοσ. αζυξ. Αδανα. πόλις. ἀπὸ Αδανος τινός. ὁ πολίτης ̓Αδανεὺς, ὡς Γάργαρα, Γαργαρεύς. ̓Αδηλία. ἡ κρυφιότης η ἀοριστία καὶ ἡ ἀπειρία. τῷ δὲ ὑπερηφανίᾳ χρωμένῳ, καὶ τὴν τοῦ πολέμου ἀδηλίαν ηκιστα βαλλομένῳ εἰς νοῦν, ηλπιζε ῥᾳδίως αἱρήσειν τὸν βάρβαρον. alpha.44 ̓Αδρία. πόλις, καὶ παρ' αὐτὴν κόλπος ̓Αδρίας. ἡ χώρα δὲ τοῖς βοσκήμασιν εστιν ἀγαθὴ, καὶ δὶς τίκτουσα τὸν ἐνιαυτὸν καὶ διδυμοτοκεῖν. πολλὰς δὲ καὶ τρεῖς τέσσαρας ἐρίφους τίκτειν. ὁ πολίτης ̓Αδριανός. ὡς ̓Ασία, ̓Ασιανός. καὶ ̓Αδριάτης, ̓Αδριατικός. ̓Αδιαβηνή. αυτη ἡ χώρα κεῖται πρὸ τῆς Μεσοποταμίας, ὡς ἐπὶ ἀνατολὴν, πέραν τοῦ Τίγρητος. ἐν αὐτῇ δ' ἐστὶν καὶ ἡ ασφαλτος ἡ λεγομένη νάφθα. λέγεται δὲ ̓Αδιαβηνὴ διὰ τὸ ειναι πλείους ποταμοὺς ἐν αὐτῇ καὶ δυσχερεστέραν ποιεῖν τὴν διάβασιν. ἐκεῖ εστιν καὶ ἡ Νινευΐ. τοσαύτην δὲ ἀσφάλειαν ποιεῖ τοῖς κτίσμασιν ἡ ασφαλτος, ωστε ταῖς ὀπταῖς πλίνθοις καὶ αλλοις λίθοις συμμιγεῖσα, ἰσχυροτέρα γίνεται παντὸς σιδήρου. ἐκεῖσε δὲ ἐστὶ καὶ τὸ αορνον στόμιον, ἐξ ου δεινὸν πνεῦμα ἀναδίδοται, ωστε πᾶν μὲν ἐπίγειον ζῶον, πᾶν δὲ πτηνὸν διαφθείρειν, καὶ εἰ πρὸς τὸ τυχὸν ὀσφρήσαιτο· καὶ εἰ ἐσκεδάννυτο, οὐκ αν ᾠκίσθη ὁ χῶρος, ἀλλὰ κατ' εὐθεῖαν ανεισι. καὶ ὀλίγον ἀνερχόμενον πάλιν ἀντανακλᾶται, καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα σώζεται, καὶ τὰ πέριξ νεμόμενα. ὁ πολίτης ̓Αδιαβηνός. ̓Αδικοδοξία. παράλογος λοιδορία. ὁ δὲ στρατηγὸς οὐ δυνάμενος ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν ταῦτα λεγόντων. alpha.45 ̓Αδμολία. ἡ αγνοια παρὰ Καλλιμάχῳ. παρὰ τὸ ειδω τὸ γινώσκω, ιδμων, ιδμονος, ἰδμονία, καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ, ἀδμολία. ̓Αδορατία. ἡ ἀστρατεία, κυρίως δὲ, ἡ ἀργία. ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ δόρατος, ο ἐστι τοῦ κονταρίου. ̓Αδωνίαν αγομεν. ο ἐστι στερούμεθα τοῦ ̓Αδώνιδος. ̓Αδωνίαν αγομεν καὶ τὸν Αδωνιν κλάομεν. ̓Αδρηστίνη. ονομα κύριον. τὰ διὰ τοῦ ˉιˉνˉη, μὴ γινόμενα ἀπὸ ἐπιθέσεως κύρια μονογενῆ, ἀποστρέφονται τὴν ˉεˉι, πλὴν τοῦ πείνη· οιον Αἰητίνη· δίνη· ̓Αδρηστίνη. πρόσκειται μὴ γινόμενα ἀπὸ ἐπιθέτου κυρίου, ἐπειδὴ φωτεινὸς τόπος καὶ φωτεινὴ οἰκία· καὶ γίνεται ἐκ τούτου Φωτεινὴ, ονομα κύριον. Αδρησισ. ἡ ἀδρόασις. ἡ ἀπραξία. ̓Αδημονία. ἐπικράτεια θλίψεως παρατεταμένη. ̓Αδηκτοτάτη. ἀσητοτάτη. ̔Ησίοδος· τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ Υλη. (Οὐδέτερον.) Αδαιτρον. τὸ ἀμέριστον. ̓Αδείμαντα. αφοβα. ἀπὸ τοῦ δειμαίνω, τὸ φοβοῦμαι. alpha.46 ̓Αδῄωτον. ἀπόρθητον, ἀπράθευτον. οἱ δὲ τὸ χωρίον ἀδῄωτον εχειν ἐθέλοντες ὡμολόγησαν ἀργύριον σταθμὰ ˉα δώσειν. γίνεται δὲ παρὰ τὸ δῃῶ τὸ πορθῶ. τοῦτο παρὰ τὸ δαίω τὸ κόπτω, τροπῇ τοῦ ˉα εἰς ˉη, τοῦ ˉι ἀνεκφωνήτου οντος. ̓Αδιάστατον. τὸ ἀχώριστον, η τὸ μήπω διεστηκὸς, μὴ δὲ διακεκριμένον. ουτως ̓Αντιφῶν. ̓Αδελφά. ομοια, κοινά. ̓Αδερκέσ. τὸ ἀόρατον. ̓Αδήριτον. αμαχον, ἀπολέμητον, ἀφιλονείκητον. ἀδῆρις γὰρ ἡ φιλονεικία. ̓Αδιάρθρωτον. ασημον, ἀτράνωτον. Αδυτον. τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ η τὸ σπήλαιον. ̓Αδέψητον. ὠμὸν, ἀνέργαστον. ̓Αδιάσκευον. ἀνεπιμέλητον, ἀκόσμητον. ̓Αδαλέσ. ὑγιές. ̓Αδινόν. οἰκτρὸν, λεπτόν. η καὶ τὸ πυκνὸν καὶ τὸ συνετόν. Αδοξον ευχοσ. ατιμον καύχημα, αδοξον καὶ ἐπίψογον δόξαν. ̔Αδρόν. δαψιλὲς, μέγα, πλούσιον. ̓Αδίοπον. αναρχον,