σόφων ἢ ·ητόρων μνημονεῦσαι βούλοιτο, εὑρήσει τούτους τὰ ἑαυτῶν συγγράμματα τοῖς τῶν Ἑλλήνων γεγραφότας γράμ μασιν. Eἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω, ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆς Aἰγύ πτου βασιλεύς, βιβλιοθήκην ἐν τῇ Ἀλεξανδρείᾳ κατασκευάσας καὶ πανταχόθεν συναγαγὼν βιβλία καὶ πληρώσας αὐτήν, ἔπειτα μαθὼν ὅτι ἀρχαίας ἱστορίας τοῖς τῶν Ἑβραίων γράμμασι γε γραμμένας σώζεσθαι ἀκριβῶς συμβαίνει, γνῶναι τὰ γεγραμμένα βουλόμενος, σοφοὺς ἄνδρας ἑβδομήκοντα, τοὺς καὶ τὴν Ἑλλή νων καὶ Ἑβραίων διάλεκτον εἰδότας, ἑρμηνεῦσαι αὐτοῖς τὰς βίβλους προσέταξεν, ἀπὸ τῆς Ἱερουσαλὴμ μεταστειλάμενος. Καὶ ἵνα πάσης ὀχλήσεως ἐκτὸς ὄντες θᾶττον ἑρμηνεύσωσι, προσέταξεν αὐτοῖς μὴ ἐν αὐτῇ τῇ πόλει, ἀλλὰ ἀπὸ ἑπτὰ στα δίων ἔνθα τὸν φάρον ᾠκοδομῆσθαι συμβαίνει, ἰσαρίθμους τῶν ἑρμηνευόντων οἰκίσκους γενέσθαι μικρούς, ἐπὶ τῷ ἕκαστον ἰδίᾳ καθ' ἑαυτὸν τὴν ἑρμηνείαν πληρῶσαι, προστάξας τοῖς ἐφεστῶσιν ὑπηρέταις πάσης μὲν αὐτοὺς θεραπείας τυγχάνειν, εἴργεσθαι δὲ τῆς πρὸς ἀλλήλους ὁμιλίας, ἵνα τὸ τῆς ἑρμηνείας ἀκριβὲς καὶ διὰ τῆς τούτων συμφωνίας γνωσθῆναι δυνηθῇ. Ἐπεὶ δὲ ἔγνω τοὺς ἑβδομήκοντα ἄνδρας μὴ μόνον τῇ αὐτῇ δια νοίᾳ ἀλλὰ καὶ ταῖς αὐταῖς λέξεσι χρησαμένους, καὶ μηδὲ ἄχρι μιᾶς λέξεως τῆς πρὸς ἀλλήλους συμφωνίας διημαρτηκότας ἀλλὰ τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν γεγραφότας, ἐκπλαγεὶς καὶ τιμῆς αὐτοὺς ἀξίους, ὡς θεοφιλεῖς ἄνδρας, διέγνω, μετὰ πολλῶν δὲ δώρων αὐτοὺς εἰς τὴν ἑαυτῶν πατρίδα ἐπανελθεῖν προσέταξε, τὰς δὲ βίβλους ἐκθειάσας, ὡς εἰκός, ἐκεῖσε ἀνέ θηκεν. Ταῦτα οὐ μύθους ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, οὐδὲ πε πλασμένας ἱστορίας ἀπαγγέλλομεν· ἀλλ' αὐτοὶ ἐν τῇ Ἀλε ξανδρείᾳ γενόμενοι καὶ τὰ ἴχνη τῶν οἰκίσκων ἐν τῇ Φάρῳ ἑωρακότες ἔτι σωζόμενα, καὶ παρὰ τῶν ἐκεῖ ὡς τὰ πάτρια παρειληφότων ἀκηκοότες, ταῦτα ἀπαγγέλλομεν, ἃ καὶ παρ' ἑτέρων ἔξεστιν ὑμῖν μανθάνειν, καὶ μάλιστα παρ' αὐτῶν τῶν περὶ τούτων ἱστορησάντων σοφῶν καὶ δοκίμων ἀνδρῶν, Φί λωνός τε καὶ Ἰωσήπου, καὶ ἑτέρων πλειόνων. Eἰ δέ τις φάσκοι τῶν προχείρως ἀντιλέγειν εἰθισμένων, μὴ ἡμῖν τὰς βί βλους ταύτας ἀλλὰ Ἰουδαίοις προσήκειν, διὰ τὸ ἔτι καὶ νῦν ἐν ταῖς συναγωγαῖς αὐτῶν σώζεσθαι, καὶ μάτην ἡμᾶς ἐκ τούτων φάσκειν τὴν θεοσέβειαν μεμαθηκέναι λέγοι, γνώτω ἀπ' αὐτῶν τῶν ἐν ταῖς βίβλοις γεγραμμένων ὅτι οὐκ αὐτοῖς ἀλλ' ἡμῖν ἡ ἐκ τούτων διαφέρει διδασκαλία. Τὸ δὲ παρὰ Ἰουδαίοις ἔτι καὶ νῦν τὰς τῇ ἡμετέρᾳ θεοσεβείᾳ διαφερούσας σώζεσθαι βίβλους θείας προνοίας ἔργον ὑπὲρ ἡμῶν γέγονεν· ἵνα γὰρ μὴ ἐκ τῆς ἐκκλησίας προκομίζοντες πρόφασιν ·ᾳδιουργίας τοῖς βλασφημεῖν ἡμᾶς βουλομένοις παράσχωμεν, ἀπὸ τῆς τῶν Ἰουδαίων συναγωγῆς ταύτας ἀξιοῦμεν προκομίζεσθαι, ἵνα ἀπ' αὐτῶν τῶν ἔτι παρ' αὐτοῖς σωζομένων βιβλίων, ὡς ἡμῖν τὰ πρὸς διδασκαλίαν ὑπὸ τῶν ἁγίων ἀνδρῶν γραφέντα δίκαια