χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γενέσεως ἡμέρα καὶ νὺξ ἐγένετο, πρῶτον μὲν ὁμολογήσεις ὁμοίως ὅτι ἤρκει τοῦ φω τὸς ἡ φύσις ἅπαντα καταυγάζειν, ἀκολούθως δὲ λοιπὸν ζη τήσας τῆς γενέσεως τοῦ ἡλίου τὴν αἰτίαν εὑρήσεις οὐκ ἄλλην οὖσαν ἢ τὴν παρ' ἡμῶν ἀρτίως εἰρημένην. Πάλαι μὲν γὰρ ὅλον δι' ὅλου τὸ φῶς τῷ ἀέρι περικεχυμένον οὔτε κίνησιν ὁμαλὴν διέτρεχεν οὔτε τῆς ἡμέρας τὰ μέτρα διώριζεν, ἀλλὰ συστελλόμενον τῇ νυκτὶ τὴν πάροδον ἐδίδου. Ὥστε οὖν ἕτερον μέν ἐστιν τὸ φῶς, ἕτερον δὲ τὸ ἡλιακὸν σῶμα τὸ τοῦτο δεξάμενον. Oὕτω τοίνυν ἔχοντος τοῦ φωτὸς πρὸς τὸ ἡλια κὸν σῶμα, σκοπεῖτε λοιπὸν ὑμεῖς δι' ἀκριβείας τὸν λόγον. Ὥσπερ γὰρ μετὰ τὴν ἕνωσιν τοῦ πρωτογόνου φωτὸς πρὸς τὸ ἡλιακὸν σῶμα οὐκ ἄν τις ἀπ' ἀλλήλων αὐτὰ διέλοι, οὐδὲ τὸ μὲν ἥλιον ἰδιαζόντως καλέσοι, τὸ δὲ πάλιν φῶς διῃρη μένως, ἀλλ' εἷς ἥλιος τὸ φῶς λέγεται μετὰ τοῦ σώματος, οὕτως ἐπὶ τοῦ ἀληθινοῦ φωτὸς καὶ τοῦ ἁγίου σώματος οὐκ ἄν τις εἴποι μετὰ τὴν ἕνωσιν τὸν μὲν κεχωρισμένως υἱὸν τὸν θεῖον λόγον, τὸν δὲ πάλιν υἱὸν τὸν ἄνθρωπον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ἑκάτερα νοήσει, ὡς ἓν φῶς καὶ ἕνα ἥλιον τό τε δεχθὲν φῶς τό τε δεξάμενον σῶμα. Πάλιν ὡς ἓν μὲν φῶς καὶ εἷς ἥλιος, φύσεις δὲ δύο, ἡ μὲν φωτός, ἡ δὲ σώματος ἡλιακοῦ, οὕτω κἀνταῦθα εἷς μὲν υἱὸς καὶ κύριος καὶ Χριστὸς καὶ μονογενής, φύσεις δὲ δύο, ἡ μὲν ὑπὲρ ἡμᾶς, ἡ δὲ ἡμετέρα. Καὶ αὖθις ὥσπερ ἐπὶ τοῦ φωτὸς τὴν ἐνέρ γειαν οὐκ ἄν τις χωρίσειεν τοῦ σώματος αὐτοῦ τοῦ δεκτικοῦ, τῷ δὲ λόγῳ διελὼν γνωρίσειεν τὴν φύσιν, ἧς ἐστιν ἰδία ἡ ἐνέργεια, οὕτως ἐπὶ τοῦ ἑνὸς μονογενοῦς υἱοῦ τοῦ θεοῦ πᾶ σαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσειεν τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως ἧς ἐστιν οἰκεῖον τὸ γινόμενον τῷ λόγῳ γνω ρίσειεν. Oὕτως ἡμεῖς τὸ παράδειγμα τῆς ἑνώσεως τῆς θείας ποιήσαντες ὡς ἂν ἐπ' εὐσεβεστέραν ἔννοιαν κατεφύγομεν, τῆς μὲν ἀληθείας αὐτῆς εἰ καὶ μὴ καθάπαξ ἐφικόμενοι, εἰκόνα γοῦν ἐξαρκοῦσαν ἡμῖν πρὸς εὐσεβῆ ζήτησιν συλ λεξάμενοι. Τούτων εἴ τί σοι δόξειεν ἐγγύτερόν πως τῆς ἀληθείας εἶναι, ἀνύμνει τὸν δεδωκότα τῆς γνώσεως τὸ μέ τρον· εἰ δέ τι μᾶλλον εὐσεβὲς παρ' ἄλλου μεμάθηκας, αὐ τὸν πάλιν ἀνύμνει τὸν κηδεμόνα· αὐτὸς γὰρ πάλαι ὢν εἰς ἄλλον ἐνήργησεν. Ἀποχρώντως τοίνυν εἰς δύναμιν τὴν ὀρ θὴν ὁμολογίαν ἐκθέμενοι, χαίρειν μὲν τοῖς τῆς ἐκκλησίας υἱέσιν εἰπόντες, χάριν δὲ τῷ δεδωκότι τοῦ λόγου τὴν χορη γίαν ὁμολογήσαντες, ἐπὶ τῆς καθ' ἡσυχίαν διαγωγῆς τὸν λόγον εὐνάσαντες τοῦ λοιποῦ βιοτεύσομεν. Ἀλλὰ γὰρ ὁρῶ τινας ἀνακαλουμένους πάλιν τὸν λό γον καὶ ζητήσεως ἑτέρας στάδιον ὑποδεικνύντας καὶ τρέχειν αὖθις βιαζομένους, τάχα που καὶ πειρῶντας εἰ μὴ τοῖς προ λαβοῦσι διαύλοις ἀπείρηκεν. Ὁ δὲ λόγος μιμεῖται πηγήν, ἣ συνεχέστερον ἀντλουμένη διειδέστερα προχεῖ τὰ νάματα. Ὅλος