ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

λήλων; Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα ἐν τῷ προοιμίῳ τῆς δευτέρας ἀποκρίσεως, ταῦτα αὐτῷ κατέλιπεν ἐνταῦθα· Ὡς οὐδὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ὁ ἀναιρῶν τὰ ἔγχρονα οὐ τίθησι τὰ ἔγχρονα. Πῶς οὖν, εἰ κατὰ τὸν ἀποκρινάμενον μηδὲν ἔγχρονον παρὰ τῷ θεῷ, ποιεῖ τὰ αὐτὰ ὁ θεός; Τὸ γὰρ ποιεῖ ἀδύνατον νοηθῆναι τοῦ ἐνεστῶτος χρόνου ἐκτός. Πῶς δὲ ἔχει τελείαν δύναμίν τε καὶ ἐνέργειαν ὁ θεός, εἰ δὴ ἀπαύστως ποιεῖ τὰ αὐτά; Eἰ γὰρ διὰ τοῦτο λέγεται ἡ κίνησις ἐνέργεια ἀτελής, διὰ τὸ ἀεὶ κινεῖ σθαι, ἧς εἰ κατὰ μίμησιν καὶ ὁ θεὸς ἐποίει, ἀτελὴς ἔσται ἡ αὐτοῦ ἐνέργεια καὶ οὐ τελεία· ἡ γὰρ τελεία ἐνέργεια ἐν τῷ ἤδη ἀποτελεσθέντι ἔργῳ θεωρεῖται καὶ οὐκ ἐν τῷ ἀτελέστῳ. Ἀλλ' εἰ μὲν διὰ τὸ ἀτελὲς τῆς ἐνεργείας καὶ διὰ τὸ ἀτελέστατον τοῦ λόγου λέγει τὸν θεὸν μηδὲν πεποιηκέναι ὁ ἀποκρινάμενος, οὐκ ἀληθεύσει, λέγων τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ θεοῦ, τὴν μηδὲν οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει τελέσασαν. Eἰ δὲ τοῦ ἔργου μὴ τελεσθέντος ἀδύνατον τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ ποι οῦντος, δῆλον ὅτι οὐδὲ ὁ θεὸς ἔχει τελείαν ἐνέργειαν, ἀεὶ ποιῶν τὸ ποιούμενον. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι' αἰῶνος. Eἰ ἐν τῇ παροχῇ τῆς κινήσεως ποιεῖ τὸν κόσμον ὁ θεός, δῆλον ὅτι ἔγχρονον ποιεῖ τὸν κόσμον· οὐ γὰρ ἄνευ χρό νου ἡ κίνησις ἡ τῷ κόσμῳ παρὰ τοῦ θεοῦ πρὸς τὴν αὐτοῦ κί νησιν παρεχομένη. Eἰ τοίνυν τὸ ποιεῖν τοῦ ἐνεστῶτός ἐστι χρόνου καὶ ἡ κίνησις ἔγχρονός ἐστι, πῶς οὐκ ἔστι ψευδὲς τὸ Oὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ; Πῶς δὲ δυνατὸν κινεῖσθαι τὸν κόσμον τὸν μήπω γεγονότα, ἀλλ' ἢ ἐν τῷ ποιεῖσθαι ὄντα, τῷ τὸν μὲν θεὸν ποιεῖν ἀχρόνως, τὸν δὲ κόσμον ἐν τῷ χρόνῳ ποιεῖσθαι; Ἀνάγκη γάρ, ὥσπερ ποιεῖ ὁ ποιῶν, οὕτως ποιεῖσθαι τὸ ποιούμενον ἀχρόνως. Eἰ δὲ τῇ παροχῇ τῆς κι νήσεως ποιεῖ τὸν κόσμον ὁ θεός, καὶ οὐχ ἁρμόττει τὸ λέγεσθαι περὶ αὐτοῦ τὸ πεποίηκε τὸν κόσμον, οὐδ' ἄρα τῷ κόσμῳ ἁρ μόττει τὸ κινηθῆναι. Eἰ ἕτερον μὲν τὸ κινούμενον, ἑτέρα δὲ ἡ κίνησις, οἷον ἔστω τὸ μὲν κινούμενον ὁ ἥλιος, ἡ δὲ κίνησις αὐτοῦ μετάστασις κατὰ φορὰν ἐκ τόπου εἰς τόπον, καὶ ἡ κί νησις οὐ παρέχει μὲν τῷ ἡλίῳ τὴν οὐσίαν, παρέχει δὲ αὐτῷ τὸ κινεῖσθαι κατὰ φοράν, δῆλον ὅτι δύο ποιήσεις ἔχει ὁ ἥλιος, μίαν μὲν τῆς οὐσίας, ἑτέραν δὲ τῆς κινήσεως· οἷόν ἐστιν ὁ ἥλιος πίλημα, αἰθεροειδὴς τῇ οὐσίᾳ, λαμπρὸς τῷ εἴδει, σφαιροειδὴς τῷ σχήματι, ὧν οὐδὲν διὰ κινήσεως ἔχει ὁ ἥλιος. Ἀλλ' εἰ μηδὲν τούτων διὰ τῆς κινήσεως ἔχει ὁ ἥλιος, δῆλον ὅτι οὐδὲ διὰ τῆς ποιήσεως τῆς παρὰ τοῦ θεοῦ. Eἰ δὲ τῇ παροχῇ τῆς ἀπαύστου κινήσεως ποιεῖ τὸν ἥλιον ὁ θεός, τὸν ὄντα μέρος τοῦ κόσμου, ὥσπερ ποιεῖ ὅλον τὸν κόσμον, καὶ δεῖ πρῶτον εἶναι τὸ κινητὸν καὶ ὕστερον τὴν κίνησιν, ἢ ἄρα ἀποίητός ἐστιν