αὐτοῦ αὐξομένου τε καὶ ἐκλείποντος, δῆλον ὅτι διέψευσται ὁ περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν προῤῥήσεων δέδοται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται ὁ περὶ αὐτοῦ λόγος. Ἀλλ' εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλήλων παραθέσεως ὁ μὲν σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ θατέρου μὴ ὄντος οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν. Ἐρώτησις κγ. Eἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγιασθῆναι ὑπὸ τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο, πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη; Πῶς δὲ δείκνυται ἀληθὲς καὶ τὸ Oἶδα ὅτι πάντοτέ μου ἀκούεις; Ἀπόκρισις. Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ ὅτου λα βὼν ὁ Χριστὸς τὸ ψωμίον καὶ βάψας αὐτῷ δέδωκε· καὶ λα βὼν τὸ ψωμίον ὁ Ἰούδας εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς, καὶ ἐξελθὼν ἀπέῤῥηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. Ἡ δὲ ὑπὲρ τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο· καὶ τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς, ὅτε εὐξάμενος ὁ κύριος ἔλεγεν· Oὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώ λετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. Γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ ἡ ὑπὲρ τῶν μαθητῶν εὐχή, ἔπειτα δὲ τὸ πάθος τοῦ σωτῆρος. Ἐρώτησις κδ. Eἰ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτίσεως δύ νανται; Καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ μυῶν καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. Καὶ εἰ τὰ ὑπὸ τοῦ κυρίου μὲν γινόμενα θαύματα ἐν μόνῃ τῇ διηγήσει φέρεται, τὰ δὲ παρ' ἐκείνου πλεῖστα καὶ ἐπ' αὐτῶν τῶν πραγμάτων δεικνύμενα, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; Καὶ εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς εἰς ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; Eἰ δὲ μὴ τοῦτο, πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηνται; Πάλιν δὲ εἴπερ θεὸς ὡς ἀγαθῷ τῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήρ γησε, διὰ τί μὴ διὰ προφητῶν ἢ ἀποστόλων τὰ τοιαῦτα γεγέ νηνται; Eἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον ἢ εὐθὺς οὐκ ἐκώλυσεν ἢ μετὰ βραχὺ οὐ κατέλυσεν, ἀλλ' ἕως αἰῶνος τῶν ἡμερῶν τῆς κτίσεως κρατεῖν συνεχώρησεν; Ἀπόκρισις. Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶν φυσικῶν δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπαθειῶν, κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ τὴν θείαν αὐθεντίαν· διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδεήθη τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. Ὁ δὲ σωτὴρ ἡμῶν Χριστός, κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδα