ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός· τοῦ δὲ πράγματος τῇ οὐσίᾳ δυνάμει ἀποδεδειγμένου, οὐδεὶς συλλογισμὸς δύναται ποιήσασθαι τὴν ἀνατροπήν. ιε. Ὁ ἥλιος, ὅτε ἐστὶν ὑπὲρ τὴν γῆν, ὑπὸ τὴν γῆν οὐκ ἔστι, καὶ ὅτε ἐστὶν ὑπὸ τὴν γῆν, ὑπὲρ τὴν γῆν οὐκ ἔστι. Πῶς οὖν ἀΐδιος καθ' ὑμᾶς οὗτος, τὸ εἶναι αὐτὸν ὑπὲρ τὴν γῆν ἢ ὑπὸ τὴν γῆν ἀϊδίως οὐκ ἔχων; Eἰ δὲ τὸν οὐκ ἀΐδιον ὡς ἀΐδιον ὑπολαμβάνουσιν Ἕλληνες, πῶς ἔσονται ἀξιόπιστοι νομοθέται τοῦ μὴ ἔσεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν; ι. Τὸ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, τῶν ποτε οὐκ ὄν των ἐστὶν οὔτε ἄνω οὔτε κάτω. Πῶς οὖν ἀΐδιος ὁ ἥλιος, ὁ πρὸ τοῦ εἶναι ἄνω ἢ κάτω οὐκ ὤν; Τοῖς οὖν τὸν ἥλιον κατὰ τὴν οἰκείαν φύσιν γενητὸν ὄντα μὴ ἐπισταμένοις, πῶς οὐκ ἄτοπον τούτοις πιστεύειν περὶ τοῦ μὴ ἀνίστασθαι τοὺς νε κρούς, ὧν ὁ ἀρχηγὸς τῆς ἀναστάσεως πρωτότοκος αὐτῶν ἤδη γέγονεν ἐκ τῆς ἀναστάσεως; ιζ. Ὅτε ἡ δύναμις ἰσχύει τοῦ ποιοῦντος, τότε καὶ ἡ ὕλη ἐπιτήδειος πρὸς τὴν ποίησιν τοῦ γινομένου. Ἀλλ' εἴ τις νε κρὸς ἐπιτήδειός ἐστι τῷ θεῷ πρὸς ἔγερσιν, ἐξ ἀνάγκης καὶ πᾶς· καὶ εἰ μὴ πᾶς, οὐδείς. Oὐ χρὴ δὲ τοῖς ἡμετέροις ἐν θυμήμασι μετρεῖν τοῦ θεοῦ τὰ ἔργα· ὑπὲρ νοῦν γὰρ καὶ αἴ σθησιν καὶ λόγον τοῦ θεοῦ τὰ ἔργα, ἐν οἷς ἐστι καὶ τὸν ἰχθυό βρωτον νεκρὸν ἀνάγκῃ πάλιν εἰς τὸ εἶναι ἐλθεῖν, εἰ καὶ συνέβη αὐτὸν φθαρῆναι ὑπό τινος. ιη. Πῶς ἐστιν ἀληθὲς τὸ ζώντων καὶ νεκρῶν κυριεύειν τὸν κύριον, καθ' ὑμᾶς οὐκ ἔχοντα δύναμιν θατέρου εἰς ἕτερον μεταποιητικήν; ιθ. Eἰ ποιητὴς τῶν μὲν χειρόνων ἐστὶν ὁ θεός, τῶν δὲ βελτιόνων οὐκ ἔστι, πῶς οὐκ ἔστι τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ ἀσθενείας; Ὅπερ ἐστὶν ἀσεβὲς λέγειν. Eἰ δὲ ἴση ἐστὶν ἡ τοῦ θεοῦ δύναμις πρὸς ποίησιν ἑκατέρου, διὰ τί ἀπιστεῖτε τὴν ἀνάστασιν τῶν νεκρῶν, τῶν εἰς ἀφθαρσίαν ἀνισταμένων; κ. Eἰ θεῷ μὲν πρὸς τὸ ποιεῖν ἐστιν οὐκ ἀδύνατον, ἡμῖν δὲ πρὸς τὸ γενέσθαι ἐστὶ λυσιτελὲς τὸ ἐκ τῆς πολυστενάκτου τε καὶ ἐμφθάρτου ζωῆς ἀγαγεῖν ἡμᾶς εἰς μακαρίαν τε καὶ ἄφθαρτον κατάστασιν διὰ τῆς ἀναστάσεως μᾶλλον, ἢ ἐκ τῆς τῶν φιλοσόφων φιλοπονίας εἰς τὴν τῶν μυρμήκων φιλοπονίαν ἀναγαγεῖν τοὺς φιλοσοφοῦντας Ἕλληνας διὰ τῆς μετεμψυχώ σεως, τί γελοιωδέστερον τοῦ ἐκείνῳ μὲν μεμαρτυρημένῳ ἀπι στεῖν, τοῦτο δὲ ἀσυστάτως πιστεύειν καὶ δογματίζειν, ὥστε τὸν πάλαι ἀθηναΐζοντα φιλόσοφον Πλάτωνα ὕστερον μυρ μηκίζειν; κα. Eἰ κατὰ τοὺς Ἕλληνας τῷ εἶναι καὶ οὐ τῷ βούλε σθαι ποιεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, πῶς ὁ Πλάτων ποτὲ μέν ἐστι ζῶον λογικὸν καὶ ἄνθρωπος, ποτὲ δὲ ζῶον ἄλογον καὶ μύρμηξ διὰ τῆς μετεμψυχώσεως; Eἰ μὲν ἕπεται τῷ θεῷ τὸ γενέσθαι τὸν Πλάτωνα ἄνθρωπον, ἀνάγκη, μεταγομένου τοῦ