1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

10

αὐτῆς φυομένοις, ηὔξησέ τε αὐτὴν καὶ προήγαγεν ἐπὶ τὴν ἀπὸ τῆς αὐξήσεως αἰώνιον ἀνακύκλησιν· μεθόριον γὰρ τῆς δεκάδος καὶ ὡς ἂν εἴδωλόν ἐστι τῆς κοινῆς τελειότητος ἡ πεντάς. καὶ πλανώμενοι πλὴν ἡλίου καὶ σελήνης πέντε, καὶ κύκλοι ἐν σφαίρᾳ πέντε καὶ ζῶναι πέντε. τῆς δὲ αἰσθήσεως λέγεται δημιουργὸς παρὰ τοῖς φιλοσόφοις ὁ Ζεὺς καὶ εἰκὸς ἦν αὐτῷ τὴν πεντάδα κατὰ φύσιν ὥσπερ ἀνατεθῆναι· συγγενὴς γὰρ ἡ πεντὰς τῇ αἰσθήσει, ἥτις πενταχῶς τέμνεται, εἰς ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν καὶ ἁφήν. καὶ τούτου χάριν ὁ Πυθαγόρας Εἱμαρμένῃ τὸν πέντε ἀριθμὸν ἀνακεῖσθαί φησιν, ἐπεὶ τῶν αἰσθητῶν κατάρχειν τὴν Εἱμαρμένην λόγος· ταύτῃ τὰς ἀποκαθισταμένας ψυχὰς ὑπερβαίνειν τὴν Εἱμαρμένην φησὶ τὸ λόγιον· οὐ γὰρ ὑφ' εἱμαρτὴν ἀγέλην πίπτουσι θεουργοί. 2.11 Τὴν δὲ ἕκτην ἀναφέρουσι Φωσφόρῳ, θερμαίνοντι ἅμα καὶ γονίμως ὑγραίνοντι· οὗτος δὲ ἂν εἴη ὁ Ἀφροδίτης ὁ καὶ Ἕσπερος, ὡς Ἕλλησι δοκεῖ· Ἀφρδίτην δὲ ἄν τις εἴποι τὴν τοῦ παντὸς αἰσθητοῦ φύσιν, τουτέστι τὴν πρωτογενῆ ὕλην, ἣν καὶ Ἀστερίαν καὶ Οὐρανίαν καλεῖ τὰ λόγια. ὁ γὰρ ἓξ ἀριθμὸς γεννητικώτατός ἐστιν ὡς ἀρτιοπέριττος, μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ τὸν περιττὸν καὶ τῆς ὑλικῆς κατὰ τὸν ἄρτιον. ὅθεν καὶ οἱ ἀρχαῖοι γάμον καὶ ἁρμονίαν αὐτὸν ἐκάλεσαν· τῶν γὰρ ἀπὸ μονάδος μόνος τέλειός ἐστι τοῖς ἑαυτοῦ μέρεσι, συμπληρούμενος ἐκ τῶν αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος. καὶ ἁπλῶς εἰπεῖν ἄρρην τε καὶ θῆλυς εἶναι πέφυκεν, ὡς καὶ αὐτὴ Ἀφροδίτη τὴν τοῦ ἄρρενος τήν τε τοῦ θήλεος ἔχουσα φύσιν καὶ διὰ τοῦτο παρὰ τοῖς θεολόγοις ἀρρενόθηλυς καλουμένη. καὶ ἄλλος φησίν· ὁ ἓξ ἀριθμὸς ψυχογονικός ἐστιν ἀπὸ ἑξάδος ἐπιπεδούμενος τῇ τοῦ παντὸς σφαίρᾳ, καὶ τὰ ἐναντία δὲ κατακεράννυσιν. εἰς ὁμόνοιαν καὶ φιλίαν ἄγει, ἔπειτα δὲ ὑγείαν μὲν ἐμποιῶν τοῖς σώμασι, συμφωνίαν δὲ ἐν λύρᾳ καὶ μουσικῇ καὶ ἀρετὴν ἐν ψυχῇ καὶ ἐν πόλει εὐθηνίαν ἔν τε τῷ παντὶ πρόνοιαν. ὅθεν καὶ Ὀρφεὺς περὶ ἑξάδος ταῦτά φησι· ἵλαθι κύδιμ' ἀριθμέ, πάτερ μακάρων, πάτερ ἀνδρῶν. Τὴν ἑβδόμην ἡμέραν Αἰγύπτιοι μὲν καὶ Χαλδαῖοι προσφωνοῦσι Φαίνοντι, οὕτω κατ' αὐτοὺς προσαγορευομένῳ ἀστέρι τῷ πάντων ἀνωτάτῳ, ψύχοντι ἄκρως καὶ προσεχῶς ξηραίνοντι, Κρόνον δὲ αὐτὸν Ἕλλησιν ἔθος καλεῖν κατὰ μὲν θεολογίαν, κατὰ δὲ ἐτυμολογίαν διακορῆ νοῦν, οἱονεὶ πλήρη καὶ μεστὸν ἐτῶν, ἀντὶ τοῦ Μακραίωνα, ὡς εἴρηται. οἵ γε μὴν Πυθαγόρειοι τῷ ἡγεμόνι τοῦ παντὸς τὴν ἑβδόμην ἀνατίθενται, τουτέστι τῷ ἑνί, καὶ μάρτυς Ὀρφεὺς λέγων οὕτως· ἑβδόμη, ἣν ἐφίλησεν ἄναξ ἑκάεργος Ἀπόλλων. Ἀπόλλωνα δὲ μυστικῶς τὸν ἕνα λέγεσθαι προειρήκαμεν διὰ τὸ ἄπωθεν εἶναι τῶν πολλῶν, τουτέστι μόνον. ὀρθῶς οὖν ἀμήτορα τὸν ἑπτὰ ἀριθμὸν ὁ Φιλόλαος προσηγόρευσε, μόνος γὰρ οὔτε γεννᾶν οὔτε γεννᾶσθαι πέφυκε· τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον· ἐν κινήσει γὰρ ἡ γέννησις, τὸ μέν, ἵνα γεννήσῃ, τὸ δέ, ἵνα γεννηθῇ· τοιοῦτος δὲ ὁ θεός, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ ὁ Ταραντῖνος· φησὶ δὲ οὕτως· «ἔστι γὰρ ἡγεμὼν καὶ ἄρχων ἁπάντων εἷς ἀεὶ ὢν θεός, μόνιμος ἀκίνητος αὐτὸς ἑαυτῷ ὅμοιος.» οἱ δὲ μαθηματικοὶ πρὸς τὸ μυθικώτερον ῥέποντες τῷ Κρόνῳ τὴν ἑβδόμην ἡμέραν προσφωνοῦσιν, οἱονεὶ τῷ πατρὶ τῶν ἐμφανῶν θεῶν. ἐπειδὴ γὰρ τῶν πλανωμένων πάντων ὑψηλότερος ὁ τοῦ παρ' αὐτοῖς Κρόνου λέγεται ἀστήρ, αὐτῷ δῆθεν τὴν ἑβδόμην ἡμέραν ἀνέθεντο ὡς ἀνωτάτῳ πάντων. ἡ τοίνυν ἑβδομὰς συνέστηκεν ἐξ ἑνὸς καὶ δυοῖν καὶ τεττάρων, ἔχουσα δύο λόγους ἁρμονικωτάτους, τόν τε τριπλάσιον καὶ τὸν τετραπλάσιον. ἔχει δὲ καὶ διαιρέσεις ζυγάδην τρόπον τινὰ συνεστώσας· διαιρεῖται γὰρ πρῶτον εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα εἰς πεντάδα καὶ δυάδα, καὶ τελευταῖον εἰς τριάδα καὶ τετράδα· μουσικωτάτη δὲ ἡ τούτων τῶν ἀριθμῶν ἀναλογία. διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρανὸν καὶ γῆν· αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν